§7.32.1δίκαια μὲν δὴ ταῦτα προεχόμενοι πρὸς ὑμᾶς μεγάλα, ὥς γʼ οὖν οἰόμεθα, πείθομεν ὑμᾶς μηδὲν ἐξαμαρτάνειν·
确实,正如我们所认为的那样,向你们提出这些重大且公正的诉求,我们是在说服你们不要犯下任何错误。
χρηστὰ δὲ καὶ φιλάνθρωπα ἔργα, οἷς χρησόμεθα οὐκ ὀνειδίσαι βουλόμενοι ὑμᾶς, ἀλλʼ ἐπιεικεστέρους ποιῆσαι, — χωρὶς τῶν παλαιῶν τὰ νεωστὶ γενόμενα περὶ τὴν κάθοδον ὑμῶν, — ἡμεῖς μὲν ἐπιλελῆσθαι βουλόμεθα, ὑμεῖς δὲ δίκαιοί ἐστε μεμνῆσθαι.
至于那些仁慈和友善的行为——我们提及它们并非想要指责你们,而是为了让你们更加宽厚,且抛开那些陈年旧事,仅就最近关于你们回归时所发生的事而言——我们确实希望予以忘记,而你们则理应铭记。
§7.32.2ἀναγκαζόμεθα δʼ αὐτὰ παραφέρειν νυνὶ χρῄζοντες ἀντὶ πολλῶν καὶ μεγάλων, ὧν ὑμῖν δεομένοις ἐχαρισάμεθα, ταύτην παρʼ ὑμῶν ἀντιλαβεῖν τὴν χάριν, μήτʼ ἀποκτεῖναι μήτʼ ἐκβαλεῖν τῆς πόλεως ἄνδρα φιλόπολιν καὶ τὰ πολέμια πάντων κράτιστον.
我们现在被迫提起这些事,是因为我们渴望在回报我们应你们请求而赐予的诸多重大恩惠时,能从你们那里得到这样的回报:既不处死也不驱逐一个热爱城邦且在战事中最为杰出的男子。
ζημιωσόμεθα γὰρ οὐ μικρά, εὖ ἴστε, ὦ δημόται, τοιαύτης ἀποστερήσαντες ἀρετῆς τὴν πόλιν.
市民们,请确知,如果我们让城邦失去这样的美德,我们将遭受不小的损失。
μάλιστα μὲν οὖν διʼ αὐτὸν ἐκεῖνον ὑφεῖναι τῆς ὀργῆς δίκαιοί ἐστε μνησθέντες, ὅσους ὑμῶν ἔσωσεν ἐν τοῖς πολέμοις, καὶ μὴ λόγων μνησικακεῖν φαύλων, ἀλλʼ ἔργων μεμνῆσθαι καλῶν.
因此,首先且最重要的一点是,为了他本人,你们理应在想起他在战争中救过你们多少人后平息怒火,不计较那些恶劣的言辞,而是记住那些高尚的功绩。
§7.32.3ὁ μὲν γὰρ λόγος ὑμᾶς τοῦ ἀνδρὸς οὐδὲν ἔβλαψεν, αἱ δὲ πράξεις αὐτοῦ μεγάλα ὠφέλησαν.
因为那人的言论并未对你们造成任何伤害,而他的行动却给你们带来了巨大的利益。
εἰ δὲ πρὸς τοῦτον ἀδιαλλάκτως ἔχετε, ἡμῖν γέ τοι καὶ τῇ βουλῇ χαρίσασθε αὐτὸν δεομένοις, καὶ διαλλάγητε ἤδη ποτὲ βεβαίως τήν τε πόλιν, ὥσπερ ἐξ ἀρχῆς εἶχε, μίαν εἶναι ποιήσατε.
但如果你们对他抱着不可调和的态度,那么至少请对恳求你们的我们和元老院施予恩惠而宽恕他,并且现在终于能牢固地达成和解,使城邦恢复如初,成为统一的整体。
εἰ δὲ πείθουσιν ἡμῖν οὐ συγχωρήσετε, εὖ ἴστε, ὅτι οὐδʼ ἡμεῖς βιαζομένοις ὑμῖν εἴξομεν, ἀλλʼ ἤτοι φιλότητος ἀδόλου καὶ χαρίτων ἔτι μειζόνων ἥδε ἡ πεῖρα τοῦ δήμου πᾶσιν αἰτία ἔσται, ἢ πολέμου ἐμφυλίου αὖθις ἄρξει καὶ κακῶν ἀνηκέστων.
但如果你们不向说服你们的我们妥协,请确知,我们也不会向强迫我们的你们屈服,而是这一对平民的尝试,要么将成为所有人之间真诚友谊以及更大恩惠的契机,要么将再次引发内乱和无可挽回的灾难。