Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.29.1-7.29.5

反驳针对元老院的诽谤并呼吁平民克制

第 531 段,共 962 段 · 希腊语

内容简介

贵族发言人反驳了煽动家对元老院的指控(如拒绝限制市场价格、密谋剥夺护民官权力等),并敦促平民根据他们未来的实际行动做出判断,而非匆忙定罪。

§7.29.1τί οὖν παθόντες οἱ δημαγωγοὶ περὶ τούτων ἡμῖν ἐγκαλοῦσιν, ὧν κοινὰς ἔσχομεν τὰς γνώμας καὶ τὰς τύχας, εἴτε δεινῶν ὄντων, ὡς οὗτοί φασιν,
那么,这些煽动家究竟是出于什么原因,在这些我们共同分担了意图和命运的事情上指责我们呢?
§7.29.2εἴτʼ ὠφελίμων, ὥσπερ ἡμεῖς οἰόμεθʼ;
无论这些事情如他们所说的是可怕的,还是如我们所认为的是有益的。
ἃ μὲν γὰρ ἐπὶ τῇ νεωστὶ βουλῇ διαβεβλήμεθʼ ὑπʼ αὐτῶν ὡς οὐκ ἀξιοῦντες μετριάσαι περὶ τὰς τιμὰς τῆς ἀγορᾶς, ὡς ἐπιβουλεύοντες ἀφελέσθαι τὴν ἐξουσίαν τῶν δημάρχων, ὡς μνησικακοῦντες ὑμῖν τῆς ἀποστάσεως καὶ παντὶ τρόπῳ προθυμούμενοι κακῶσαι τὸ δημοτικόν, καὶ πάντα τὰ τοιαῦτʼ ἐγκλήματα ἔργοις ἀπολυσόμεθʼ οὐκ εἰς μακρὰν οὔτε κακὸν οὐθὲν ὑμᾶς ἐργασάμενοι τήν τʼ ἐξουσίαν τῶν δημάρχων, ἐφʼ οἷς τότε συνεχωρήσαμεν ὑμῖν ἔχειν, καὶ νῦν βεβαιοῦντες, τοῦ δὲ σίτου τὴν διάπρασιν ὡς ἂν ὑμῖν ἅπασι δόξῃ ποιησάμενοι.
因为关于最近元老院受到他们诽谤的事情——说我们不愿平抑市场的价格,说我们密谋剥夺护民官的权力,说我们因你们的退出而对你们怀恨在心,并极力企图以各种方式伤害平民——我们不久后就会用行动洗刷所有这些指责,既不给你们带来任何伤害,现在也确认护民官的权力(按当时我们同意让你们拥有的条款),并且按照你们所有人决定的方式进行粮食的销售。
περιμείναντες οὖν, ἐάν τι μὴ γένηται τούτων, τότε κατηγορεῖτε ἡμῶν.
因此,请等待,如果这些事情中有任何一件没有实现,到那时再指责我们。
§7.29.3εἰ δὲ βουληθείητε ἀκριβῶς ἐξετάσαι τὰ διάφορα, δικαιότερον ἂν ἡμεῖς οἱ πατρίκιοι τοῦ δήμου κατηγοροίημεν, %5ἢ τὴν βουλὴν ὑμεῖς ἔχοιτε διʼ αἰτίας.
但是,如果你们愿意精确地审视这些分歧,我们贵族对平民的指责将比你们对元老院的归咎更为正当。
ἀδικεῖτε γὰρ ἡμᾶς, ὦ δημόται, καὶ μηθὲν ἀχθεσθῆτε ἀκούοντες, εἴ γʼ οὐκ ἀναμείναντες τῆς γνώμης ἡμῶν μαθεῖν τὸ τέλος κατηγορεῖν ἤδη αὐτῆς ἀξιοῦτε.
因为你们在冤枉我们,公民们,听了这话请不要恼怒,如果你们连我们意图的结局都等不及了解,就企图现在对它进行指责的话。
§7.29.4καίτοι τίς οὐκ οἶδεν, ὅτι παντὶ τῷ βουλομένῳ ῥᾷστον ἔργον ἂν γένοιτο συγχέαι καὶ ἀνελεῖν ὁμόνοιαν ἐκ πόλεως τοιαῦτʼ ἐγκαλοῦντι, ὧν ἡ πίστις μέλλουσα καὶ ἐν ἀδήλῳ ἔτι οὖσα οὐ φυλακή ἐστι τοῦ μὴ παθεῖν τι κακόν, ἀλλὰ πρόφασις τοῦ ἀδικεῖν;
然而,谁不知道,对于任何一个想要这么做的人来说,如果他提出这种指责,从城邦中扰乱并消灭和睦将是最轻而易举的事? 这种指责的证明在未来且尚不明朗,它不是为了防止遭受某种伤害的安全防范,而是进行不正当行为的借口。
§7.29.5καὶ οὐ τοῖς προεστηκόσιν ὑμῶν μόνον ὧν διαβάλλουσι τὴν βουλὴν καὶ συκοφαντοῦσιν ἐπιτιμᾶν ἄξιον, ἀλλὰ καὶ ὑμῖν οὐχ ἧττον ὧν πιστεύετε αὐτοῖς καὶ πρὶν ἢ πειραθῆναι ἀγανακτεῖτε.
不仅你们的领袖因其诽谤和诬告元老院而该受指责,你们也同样该受指责,因为你们相信了他们,并且在尝试之前就感到愤慨。
χρῆν γὰρ ὑμᾶς, εἰ τὰ μέλλοντα ἐφοβεῖσθε ἀδικήματα, καὶ τὰς ἐπʼ αὐτοῖς ὀργὰς μελλούσας ἔχειν.
因为如果你们害怕未来的不义,你们对这些不义的愤怒也应该同样留在未来。
νῦν δὲ φαίνεσθε ταχύτερα μᾶλλον ἢ φρονιμώτερα ἐγνωκέναι καὶ τὸ ἀσφαλέστερον ἐν τῷ κακουργοτέρῳ τιθέναι.
但现在,你们似乎做出了更显仓促而非明智的决定,并将安全性寄托于更为恶意的选择中。

词汇与语法注释

  1. 7.29.1τί οὖν παθόντες — τί παθών 句式是表示“究竟出于什么原因”、“凭什么”的惯用表达,常用于带有惊讶或不满语气的疑问句。παθόντες 是 πάσχω 的不定过去时分词复数主格,直译为“受了什么影响”或“遭遇了什么”。
  2. 7.29.1ὧν — 关系代名词 ὧν 受到其先行词 τούτων 的格吸引而变为属格。从结构上看,它与 κοινὰς ἔσχομεν τὰς γνώμας καὶ τὰς τύχας 相关,在语法上原本应为宾格 ἃ(即 περὶ τούτων ἃ κοινὰς ἔσχομεν)。
  3. 7.29.2ἃ μὲν γὰρ ἐπὶ τῇ νεωστὶ βουλῇ διαβεβλήμεθʼ — 关系代名词 ἃ 置于句首,指代后续 ὡς 从句(如 ὡς οὐκ ἀξιοῦντες... 等)所具体说明的诽谤内容。该 ἃ 被后文主句的直接宾语 πάντα τὰ τοιαῦτʼ ἐγκλήματα 同位语式地重述,并作为动词 ἀπολυσόμεθα 的宾语。μὲν 与后文的 δέ(如 δὲ βουληθείητε)形成对比。
  4. 7.29.5χρῆν — 无人称动词 χρή 的未完成过去时直陈语气(ἐχρῆν 的变体),表示过去的义务或合理性,常带有该义务实际未被履行的暗含意味(具有违背事实的虚拟语气色彩),意为“你们本应该……(但实际上没有)”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.29.1-7.29.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.29.1-7.29.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。