Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.28.1-7.28.3

米努基乌斯就饥荒与殖民事务的申辩

第 530 段,共 962 段 · 希腊语

内容简介

执政官米努基乌斯向平民会辩护,指出粮食短缺是因为战争导致播种废弃而非贵族的阴谋,且派遣殖民者是出于防御需要并经由大家共同决定。

§7.28.1ἡ μὲν ὑπὲρ τῆς σιτοδείας ἀπολογία πάνυ βραχεῖά ἐστιν, ὦ δημόται, καὶ οὐκ ἄλλους τινὰς παρεξόμεθα ὧν ἂν λέγωμεν ἢ ὑμᾶς μάρτυρας.
公民们,关于粮食短缺的辩护是非常简短的,对于我们将要说的话,我们不会提供你们之外的任何人作为证人。
τήν τε γὰρ ἀφορίαν τῶν σιτικῶν καρπῶν ἐπίστασθε δήπου καὶ αὐτοὶ διὰ τὸν ἐκλειφθέντα σπόρον γενομένην· τήν τʼ ἄλλην καταφθορὰν τῆς χώρας οὐ παρʼ ἑτέρων ὑμᾶς δεῖ μαθεῖν, ἀφʼ ἧς αἰτίας συνέβη,. καὶ ὡς τελευτῶσα ἡ πλείστη τε καὶ ἀρίστη γὴ πάντων ἐσπάνικε καρπῶν τε καὶ ἀνδραπόδων καὶ βοσκημάτων τὰ μὲν ὑπὸ τῶν πολεμίων διαρπαζομένη, τὰ δʼ ὑμῖν μὴ ἐπιχορηγοῦσα τοσούτοις οὖσι καὶ μηδεμίαν ἄλλην ἀποστροφὴν ἔχουσιν.
因为你们自己当然也知道,谷物的歉收是由于播种被废弃而引起的;而且你们不需要从别人那里了解,土地的其他破坏是由于什么原因发生的,以及最终大部分且最肥沃的土地,一方面被敌人掠夺,另一方面又无法供应你们这群人数众多且无其他依靠的人,从而导致一切作物、奴隶和牲畜都极其匮乏。
§7.28.2ὥστʼ οὐκ ἐξ ὧν οἱ δημαγωγοὶ διαβάλλουσιν, ἀλλʼ ἐξ ὧν αὐτοὶ ἴστε, τὸν λιμὸν ἡγούμενοι γεγονέναι παύσασθε προσάπτοντες ἐπιβουλὴν ἡμετέραν τῷ πάθει καὶ §7.28.3δι’ ὀργῆς ἔχοντες ἡμᾶς οὐθὲν ἀδικοῦντας.
因此,请相信饥荒不是由于煽动家们的诽谤,而是由于你们自己所知道的事实而发生的,不要再将这一灾难归咎于我们的阴谋,并且不要再对毫无过错的我们怀有愤怒。
αἱ δʼ ἀποστολαὶ τῶν κληρούχων ἐκ τοῦ ἀναγκαίου ἐγένοντο, κοινῇ δόξαν ὑμῖν ἅπασι διὰ φυλακῆς ἔχειν χωρία εἰς πόλεμον ἐπιτήδεια, καὶ μεγάλα ὤνησαν ἐν καιρῷ σφόδρα ἀναγκαίῳ γενόμεναι τούς τʼ ἐξιόντας καὶ τοὺς ὑπολειπομένους ὑμῶν.
而派遣殖民者是出于迫不得已,因为你们大家共同决定守卫适于战争的地方,并且这发生在极度危急的时刻,无论对离去的人还是对你们留下来的人,都带来了巨大的利益。
οἱ μὲν γὰρ ἀφθονωτέρων εὐποροῦσιν ἐκεῖ τῶν ἐπιτηδείων· οἱ δʼ ἐνθάδε ὑπομείναντες ἧττον σπανίζουσι τῆς ἀγορᾶς· ἥ τʼ ἰσομοιρία τῆς τύχης ἧς μετέσχομεν ὑμῖν τοῖς δημοτικοῖς οἱ πατρίκιοι κλήρῳ ποιησάμενοι τὴν ἔξοδον, οὐ ψέγεται.
因为前者在那里享有更丰富的必需品,而留在家里的人则较少受到市场匮乏的影响;此外,我们贵族通过抽签决定出发,与你们平民共同分享命运的公平分配,这是不容指责的。

词汇与语法注释

  1. 1374ὧν ἂν λέγωμεν — 关系代词的吸引(attraction)。原始结构为 τούτων ἃ 进 而变为 τούτων ἃ 编 译 为 ὧν ἂν λέγωμεν(“对于我们将要说的话”),由于先行词被省略,关系代词 ἃ 被吸引为属格 ὧν,受 μάρτυρας(“……的证人”)支配。
  2. 1374τὰ μὲν ... τὰ δʼ — 副词性宾格(或关系宾格)。由于分词 διαρπαζομένη 和 ἐπιχορηγοῦσα 为阴性单数主格,与主语 ἡ γῆ 一致,因此这一宾格短语起副词作用(“一方面……另一方面……”),用来解释土地所处的双重状态。
  3. 1375δόξαν — 非人称动词 ἔδοξε(“决定、通过”)的宾格绝对独立结构(accusative absolute)。作为分词结构表示原因:“因为你们大家共同决定”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.28.1-7.28.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.28.1-7.28.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。