Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.30.1-7.30.4

为马尔基乌斯辩护与对平民僭政倾向的警告

第 532 段,共 962 段 · 希腊语

内容简介

米努基乌斯反驳了护民官对元老院的诽谤,并论证了对科里奥兰纳斯的指控是多么不公正。他进一步批评平民企图超越和解协议夺取特权的行为是僭主式的。

§7.30.1περὶ μὲν δὴ τῶν κοινῶν ἀδικημάτων, ἐφʼ οἷς τὴν βουλὴν οἱ δήμαρχοι διέβαλον, ἀποχρῆν οἴομαι τοσαῦτʼ εἰρῆσθαι.
关于护民官用来诽谤元老院的公权力之罪,我认为说这么多就足够了。
ἐπεὶ δὲ καὶ καθʼ ἕνα ἕκαστον ἡμῶν, περὶ ὧν ἂν εἴπωμεν ἐν τῇ βουλῇ, συκοφαντοῦσι, καὶ διιστάναι τὴν πόλιν αἰτιῶνται, καὶ νῦν Γάιον Μάρκιον, ἄνδρα φιλόπολιν, ἐλευθέρᾳ φωνῇ χρησάμενον ὑπὲρ τῶν κοινῶν ἀποκτεῖναι ζητοῦσιν ἢ φυγάδα ποιῆσαι τῆς πατρίδος, βούλομαι καὶ περὶ τούτου τὰ δίκαια εἰπεῖν πρὸς ὑμᾶς· καὶ σκοπεῖτε, εἰ μετρίους καὶ ἀληθεῖς ἐρῶ· §7.30.2τοὺς λόγους.
但由于他们还就我们在元老院中所说的话,对我们每一个人进行诬告,并指责我们分裂城邦,并且现在企图将盖乌斯·马尔基乌斯—— 一位为了公共利益而自由执言的爱国者——处死或驱逐出祖国,我也想就这件事向你们说明公正的道理;请你们审视,我是否将说出温和且真实的\n 话语。
ὑμεῖς, ὦ δημόται, διαλλαττόμενοι πρὸς τὴν βουλὴν ἀποχρῆν ὑμῖν ᾤεσθε τῶν δανείων ἀφεῖσθαι, καὶ βοηθείας ἕνεκα τῶν κατισχυομένων πενήτων ἄρχοντας ἐξ αὑτῶν ᾐτήσασθε ἀποδεικνύναι, καὶ ταῦτʼ ἀμφότερα πολλὴν εἰδότες ἡμῖν χάριν ἐλάβετε· καταλῦσαι δὲ τὴν ἀρχὴν τῶν ὑπάτων ἢ τὴν βουλὴν ἄκυρον ποιῆσαι τῆς ὑπὲρ τῶν κοινῶν προστασίας καὶ τὴν τάξιν ἀνατρέψαι τῆς πατρίου πολιτείας οὔτʼ ᾐτήσασθε οὔτε μέλλετε.
平民们,你们在与元老院和解时,认为免除债务对你们来说就足够了,并且为了帮助受压迫的穷人,你们要求从你们中间选出官员,而且在对我们深表感激的情况下接受了这两者;但废除执政官的官职,或使元老院在保护公共利益上失去权力,以及推翻祖传宪政的秩序,你们既没有要求过,也不打算这么做。
§7.30.3τί οὖν παθόντες ἐπιχειρεῖτε πάντα συγχεῖν ταῦτα νυνί;
\n 那么,你们究竟中了什么邪,现在企图将这一切搞混乱?
καὶ τίνι δικαίῳ πιστεύοντες τὰς τιμὰς ἡμῶν ζητεῖτε ἀφαιρεῖσθαι;
你们凭着什么权利,竟妄图剥夺我们的特权?
εἰ γὰρ τοῖς μετέχουσι τῆς βουλῆς φοβερὸν ποιήσετε τὸ μετὰ παρρησίας ἃ φρονοῦσι λέγειν, τί ἂν εἴποιεν οἱ προεστηκότες ὑμῶν ἐπιεικές;
因为如果你们让元老院的参与者对于坦率说出其想法感到恐惧,你们的领袖还能说出什么合情合理的话呢?
ἢ ποίῳ χρησάμενοι νόμῳ θανάτῳ ζημιοῦν ἢ φυγῇ τῶν πατρικίων τινὰς ἀξιώσουσιν;
抑或他们将依据什么法律,主张有权将某些贵族处以死刑或流放?
οὔτε γὰρ οἱ παλαιοὶ νόμοι ταύτην διδόασιν ὑμῖν τὴν ἐξουσίαν, οὔθʼ αἱ νεωστὶ γενόμεναι πρὸς τὴν βουλὴν ὁμολογίαι.
因为不论是古老的法律,还是最近与元老院达成的协议,都没有赋予你们这种权力。
§7.30.4τὸ δʼ ἐκβαίνειν τοὺς νομίμους ὅρους καὶ τὴν βίαν κρείττονα ποιεῖν τῆς δίκης οὐκέτι δημοτικόν ἐστιν, ἀλλʼ εἰ τἀληθῆ βούλεσθε ἀκούειν τυραννικόν.
\n 然而,超越法律的界限,使暴力凌驾于正义之上,这已经不再是平民政治,如果你们想听真话,这属于僭主政治。
ἐγὼ δὴ παραινέσαιμʼ ἂν ὑμῖν, ὧν μὲν εὕρεσθε παρὰ τῆς βουλῆς φιλανθρώπων μηδενὸς ἀφίστασθαι, ὧν δʼ οὐκ ἠξιώσατε διαλυόμενοι τὴν ἔχθραν τότε τυχεῖν μηδὲ νῦν ἀντιποιεῖσθαι.
因此,我建议你们,对于你们从元老院获得的宽大待遇,一项也不要放弃;而对于当时在化解敌意时未曾要求获得的事物,现在也不要企图索取。

词汇与语法注释

  1. 7.30.1ἀποχρῆν — 非人称动词 ἀποχρή(足够)的不定词。它作为主动词 οἴομαι(我认为)的带宾格不定词句式(ACI)中的不定词,其逻辑主语是 τοσαῦτα εἰρῆσθαι(说这么多话,被动不定词)。
  2. 7.30.2μετρίους καὶ ἀληθεῖς ἐρῶ τοὺς λόγους — 倒装法(hyperbaton)的例子。修饰性形容词 μετρίους καὶ ἀληθεῖς(温和且真实的)与它所修饰的名词 τοὺς λό公(话语)之间被间接疑问句的动词 ἐρῶ(我将说)隔开,并且这一结构跨越了 §7.30.1 和 §7.30.2 的分节。
  3. 7.30.3τί οὖν παθόντες — 结合了疑问代词 τί 和 πάσχω(遭受、经历)的动词不定过去分词阳性复数主格 παθόντες 的惯用表达。字面意思是“你们经历了什么,竟然……?”,用于质问对方荒谬行为的原因(“你们究竟中了什么邪……”)。
  4. 1379τί ἂν εἴποιεν — 带有 ἄν 的潜在希求法(εἴποιεν),与将来直说法的条件从句(εἰ ... ποιήσετε)相结合。这种混合条件句结构带有一种强烈的反问语气:“如果你们(真的)让其变得恐惧,你们的领袖究竟还能说什么呢?”

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.30.1-7.30.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.30.1-7.30.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。