Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.21.1-7.21.4

马尔库斯的落选与元老院反平民演说的开端

第 523 段,共 962 段 · 希腊语

内容简介

叙述了科里奥兰纳斯(马尔库斯)因在执政官选举中落选而对平民产生憎恨的背景,以及在元老院轮到年轻一代发言时,他开始发表反对平民的演说。

§7.21.1τούτων ἦν τῶν ὀλιγαρχικῶν καὶ ὁ Μάρκιος ἐκεῖνος ὁ Κοριολάνος ἐπικληθείς, οὐχ ὥσπερ οἱ λοιποὶ κρύφα καὶ διʼ εὐλαβείας τὴν ἑαυτοῦ γνώμην ἀποφαινόμενος, ἀλλʼ ἄντικρυς καὶ θρασέως, ὥστε πολλοὺς ἀκοῦσαι καὶ τῶν δημοτικῶν.
在这些寡头政治派中,也有那位被称为科里奥兰纳斯的马尔库斯。 他不像其他人那样秘密而谨慎地发表自己的意见,而是公然且大胆地表达,以至于许多平民也听到了。
εἶχε γάρ τινας ἔξω τῶν κοινῶν ἐγκλημάτων καὶ ἰδίας προφάσεις νεωστὶ γενομένας, ἐξ ὧν εἰκότως ἐδόκει μισεῖν τοὺς δημοτικούς.
因为除了共同的怨恨之外,他还有一些最近产生的私人动因,因此人们合乎情理地认为他憎恨平民。
§7.21.2ὑπατείαν γὰρ αὐτῷ μετιόντι ταῖς ἔγγιστα γενομέναις ἀρχαιρεσίαις καὶ τοὺς πατρικίους ἔχοντι συναγωνιζομένους ὁ δῆμος ἐναντιωθεὶς οὐκ εἴασε δοῦναι τὴν ἀρχὴν τήν τε λαμπρότητα τοῦ ἀνδρὸς καὶ τὴν τόλμαν δι’ εὐλαβείας ἔχων, μή τι διὰ ταῦτα νεωτερίσῃ περὶ τὴν τῶν δημάρχων κατάλυσιν, καὶ μάλιστα δεδιώς, ὅτι συνελάμβανεν αὐτῷ πάσῃ προθυμίᾳ τὸ τῶν πατρικίων πλῆθος ὡς οὐδενὶ τῶν πρότερον.
因为在最近举行的选举中,当他谋求执政官职位并有贵族支持他时,民众反对他,不允许将这一职位授予他。 这是因为民众对这个人的显赫与胆量心存警惕,担心他会因此在废除护民官制度方面进行某种革新,尤其令人担忧的是,贵族大众正以空前的热情支持他。
§7.21.3ταύτης τʼ οὖν τῆς ὕβρεως ὀργῇ ἐπαρθεὶς ὁ ἀνὴρ καὶ τὴν μεταβολὴν τοῦ πολιτεύματος εἰς τὸν ἐξ ἀρχῆς κόσμον ἀποκαταστῆσαι προθυμούμενος αὐτός τʼ ἀναφανδόν, ὥσπερ καὶ πρότερον ἔφην, ἔπραττε τὴν τοῦ δήμου κατάλυσιν, καὶ τοὺς ἄλλους ἐνῆγεν.
因此,他因受到这种侮辱的愤怒而激发起斗志,并渴望将政体的变革恢复到最初的秩序,他自己公然像我之前说的那样,致力于废除民众的权力,并且煽动其他人。
ἦν δὲ περὶ αὐτὸν ἑταιρία μεγάλη νέων εὐγενῶν, οἷς ἦν τὰ μέγιστα τιμήματα βίων καὶ πελάται συχνοὶ συνεστηκότες ἐπὶ ταῖς ἐκ τῶν πολέμων ὠφελείαις· οἷς ἐπαιρόμενος ἐφρυάττετο καὶ λαμπρὸς ἦν καὶ προῆλθεν ἐπὶ μήκιστον ἐπιφανείας.
在他的周围有一个由贵族青年组成的庞大帮派,他们拥有最丰厚的资产,并有许多因战争利益而凝聚在一起的被保护民;他因这些人而得意忘形,态度傲慢,大放异彩,并达到了名望的顶点。
§7.21.4οὐ μὴν εὐτυχοῦς γε διὰ ταῦτα καταστροφῆς ἔτυχε·
然而,他并没有因此得到幸福的结局。
συναχθείσης γὰρ ὑπὲρ τούτων βουλῆς καὶ τῶν πρεσβυτέρων, ὡς ἔθος ἦν αὐτοῖς, πρώτων ἀποφηναμένων τὰς ἑαυτῶν διανοίας, ἐν οἷς οὐ πολλοί τινες ἦσαν οἱ τὰς κατὰ τοῦ δήμου γνώμας ἄντικρυς ἀγορεύσαντες, ἐπειδὴ καθῆκεν εἰς τοὺς νεωτέρους ὁ λόγος, αἰτησάμενος ἐξουσίαν παρὰ τῶν ὑπάτων εἰπεῖν ὅσα βούλεται, καὶ τυχὼν ἐπισημασίας τε μεγάλης καὶ προσοχῆς λόγον διεξῆλθε κατὰ τοῦ δήμου τοιόνδε.
因为当元老院为此事召集会议,而长老们按照他们的惯例首先发表了自己的意见时,他们之中并没有多少人公然发表反对民众的意见。 但是,当发言权轮到年轻一代时,他向执政官请求允许他畅所欲言,在获得极大的赞同和关注后,他对民众发表了如下的演说。

词汇与语法注释

  1. 1361ὑπατείαν γὰρ αὐτῷ μετιόντι ταῖς ἔγγιστα γενομέναις ἀρχαιρεσίαις καὶ τοὺς πατρικίους ἔχοντι συναγωνιζομένους — 与格现在分词短语 `αὐτῷ μετιόντι ... καὶ ... ἔχοντι` 用作修饰主语 `ὁ δῆμος` 的分词 `ἐναντιωθεὶς`(反对)的与格宾语。
  2. 1362αἰτησάμενος ἐξουσίαν παρὰ τῶν ὑπάτων εἰπεῖν ὅσα βούλεται — 分词 `αἰτησάμενος` 的主语在上下文语境中是科里奥兰纳斯(马尔库斯),但在语法上并不与前句的主语 `ὁ λόγος`(发言权)一致。这是一种主格破格(anacoluthon),即使用主格分词直接指代逻辑上的主语而非语法上的主语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.21.1-7.21.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.21.1-7.21.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。