Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.19.1-7.19.5

平民拒服兵役与马尔基乌斯袭取安提乌姆

第 521 段,共 962 段 · 希腊语

内容简介

执政官们企图通过对外远征来缓解党争和物资匮乏,但因平民拒绝服役,最终由贵族志愿军和盖乌斯·马尔基乌斯率领的少数部队袭击安提乌姆,并带着丰厚战利品凯旋。

§7.19.1ταῦτα δʼ ὁρῶσι τοῖς ὑπάτοις ἐδόκει τῆς βουλῆς ἐπιτρεπούσης στρατοπέδου ποιεῖσθαι καταγραφὴν καὶ ἐξάγειν ἔξω τὴν δύναμιν·
看到这些,执政官们在元老院的许可下,决定招募军队并将兵力带到国外。
εἰλήφεσαν δʼ ἀφορμὴν τῷ ἐγχειρήματι πρέπουσαν ἐπιδρομάς τε καὶ λεηλασίας κακουμένης τῆς χώρας ὑπὸ τῶν πολεμίων θαμινά, τά τʼ ἄλλα, ὅσα ἐκ τοῦ πράγματος χρηστὰ ἦν, ἐπιλογιζομένοις, ὑπερορίου στρατιᾶς ἐκπεμφθείσης ὡς εὐπορωτέρᾳ μὲν ἕξουσι τῇ ἀγορᾷ χρῆσθαι οἱ ὑπολειφθέντες ἐλάττους γενόμενοι, ἐν ἀφθονωτέροις δὲ διάξουσι τοῖς ἐπιτηδείοις οἱ τὰ ὅπλα ἔχοντες ἐκ τῶν πολεμίων ἐπισιτιζόμενοι, λωφήσει δʼ ἡ στάσις, ὅσον ἂν ἡ στρατεία κατέχῃ χρόνον·
他们从敌人频繁袭击和掠夺导致国土受损的状况中,为这一尝试找到了合适的借口,同时他们也考虑到这一行动所能带来的其他一切好处:即如果派遣军队出国,留在后面的人数减少,将能够更便宜地利用市场;而拿起武器的人则可以从敌人那里获得粮食补给,生活在更充裕的物资中;且只要远征持续,党争就会平息。
μάλιστα δʼ ἐφαίνετο ἔργῳ βεβαιώσειν αὐτῶν τὰς διαλλαγὰς συστρατευόντων ἀλλήλοις πατρικίων καὶ δημοτῶν ἡ γενησομένη παρὰ τοὺς κινδύνους κακῶν τε καὶ ἀγαθῶν ἰσομοιρία.
但最重要的是,在贵族与平民共同出征的过程中,面对危险时将要产生的对苦难与福祉的平等分担,似乎将在实际上巩固他们的和解。
§7.19.2ἀλλʼ οὐκ ἦν τὸ πλῆθος ὑπήκοον αὐτοῖς οὐδʼ ὥσπερ πρότερον ἑκούσιον ὑπήντα πρὸς τὴν καταγραφήν· ἀνάγκην δὲ προσφέρειν τοῖς μὴ βουλομένοις οὐκ ἐδικαίουν τὴν ἐκ τῶν νόμων οἱ ὕπατοι·
然而,民众并不服从他们,也不再像以前那样自愿前来登记入伍;执政官们也认为不应对那些不情愿的人施加法律上的强制手段。
ἀλλʼ ἐκ τῶν πατρικίων ἐθέλονταί τινες κατεγράφησαν ἅμα τοῖς πελάταις, καὶ αὐτοῖς ἐξιοῦσιν ὀλίγον τι ἀπὸ §7.19.3τοῦ δήμου μέρος συνεστράτευεν.
相反,贵族中的一些志愿人员与他们的门客一同登记,在他们出发时,平民中的一小部分人也随同他们一起出征。
ἡγεμὼν δὲ τῶν ἐξελθόντων ἦν Γάιος Μάρκιος ὁ τὴν Κοριολάνων πόλιν ἑλὼν κἂν τῇ πρὸς Ἀντιάτας ἀριστεύσας μάχῃ, καὶ οἱ πλεῖστοι τῶν ἀραμένων τὰ ὅπλα δημοτῶν τοῦτον ἐξιόντα ὁρῶντες ἐπερρώσθησαν, οἱ μὲν διʼ εὔνοιαν, οἱ δὲ τοῦ κατορθώσειν ἐλπίδι·
出征者的领袖是盖乌斯·马尔基乌斯,他曾攻占科里奥莱人的城市并在对抗安提乌姆人的战斗中立下赫赫战功;大多数拿起武器的平民看到他出发,都精神振奋,有的是出于好意,有的是出于对成功的期望。
περιβόητος γὰρ ἦν ἤδη ὁ ἀνήρ, καὶ δέος αὐτοῦ μέγα παρὰ τοῖς πολεμίοις ἐγεγόνει.
因为此人已经名声大噪,敌军中也对他产生了极大的恐惧。
§7.19.4αὕτη προελθοῦσα ἡ στρατιὰ μέχρι πόλεως Ἀντίου δίχα πόνου σίτου πολλοῦ καταληφθέντος ἐν τοῖς ἀγροῖς καὶ ἀνδραπόδων καὶ βοσκημάτων συχνῶν ἐγκρατὴς ἐγένετο, καὶ μετʼ οὐ πολὺ παρῆν εὐπορωτέρα γεγονυῖα τοῖς κατὰ τὸν βίον, ὥστε τοῖς ὑπομείνασι πολλὴν κατήφειαν καὶ κατάμεμψιν τῶν δημαγωγῶν ἐμπεσεῖν, διʼ
这支军队推进到安提乌姆城,未费吹灰之力就占领了田野里留下的许多粮食以及大量的奴隶和牲畜。
§7.19.5οὓς ἀποστερεῖσθαι ἐδόκουν τῆς ὁμοίας εὐτυχίας.
没过多久,他们带着更丰裕的生活物资返回,这使得那些留下来的人感到极大的沮丧,并对煽动者们产生了怨恨,因为在他们看来,正是由于这些煽动者,他们才被剥夺了同样的好运。
ὁ μὲν δὴ Γεγάνιος καὶ Μηνύκιος οἱ τοῦτον τὸν ἐνιαυτὸν ὑπατεύοντες ἐν μεγάλοις καὶ παντοδαποῖς χειμῶσι γενόμενοι καὶ πολλάκις ἀνατρέψαι κινδυνεύσαντες τὴν πόλιν οὐθὲν δεινὸν εἰργάσαντο, ἀλλὰ διέσωσαν τὰ κοινὰ φρονιμώτερον μᾶλλον ἢ εὐτυχέστερον τοῖς συμβαίνουσι χρησάμενοι.
这一年担任执政官的格加尼乌斯和梅努基乌斯,虽置身于重大而繁杂的风暴之中,且多次面临颠覆城邦的危险,却未犯下任何灾难性的错误,反而保全了国家,他们对待发生的事情显得更为明智,而非仅仅是幸运。

词汇与语法注释

  1. 1356ταῦτα δʼ ὁρῶσι — 现在活动分词、阳性复数与格,修饰主句中表示决定主体的 `τοῖς ὑπάτοις`(对执政官们而言)。
  2. 1356ἕξουσι — 动词 `ἔχω` 的将来时 `ἕξουσι` 搭配不定式 `χρῆσθαι`,表示“将能够……”的可能/能力含义。其主语是后文的 `οἱ ὑπολειφθέντες`(留下的人)。
  3. 1357τοῦ κατορθώσειν — 带冠词将来时不定式的属格 `τοῦ κατορθώσειν` 用作名词 `ἐλπίδι`(希望)的宾格性属格(objective genitive),意为“因对成功的希望”。
  4. 1358διʼ οὓς — 关系代词 `οὓς` 的先行词是跨越章节位于前一节 §7.19.4 末尾的 `τῶν δημαγωγῶν`(煽动者们的)。它受介词 `διά`(支配宾格,表示“因为”)支配,意为“因为他们”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.19.1-7.19.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.19.1-7.19.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。