§7.17.1οὐθενὸς δὲ πρὸς ταῦτʼ ἀντιλέξαντος ἀπῄεσαν ἐκ τῆς ἐκκλησίας οὐ τὰς ὁμοίας ὑπολήψεις ἔχοντες ἑκάτεροι·
由于对此无人反对,双方在离开大会时持有截然不同的想法。
ἀλλʼ οἱ μὲν ἄποροι δοκοῦντές τι περιττὸν ἐξευρηκέναι τὸν Βροῦτον καὶ οὐκ εἰκῆ ὑποσχέσθαι πρᾶγμα τηλικοῦτον, οἱ δὲ πατρίκιοι περιφρονοῦντες τὴν κουφότητα τοῦ ἀνθρώπου καὶ τῶν ὑποσχέσεων τὴν τόλμαν ἕως λόγου χωρήσειν οἰόμενοι· μηθὲν γὰρ ὑπὸ τῆς βουλῆς συγκεχωρῆσθαι τοῖς δημάρχοις ἔξω τοῦ βοηθεῖν τοῖς ἀδικουμένοις τῶν δημοτικῶν.
一方面,贫穷的平民认为布鲁图斯想出了某种非同寻常的妙计,并非无端承诺了如此重大的事情;另一方面,贵族们鄙视这个人的轻浮,认为他那大胆的承诺最终只会流于言词,因为他们相信,除了救助受到不公对待的平民之外,元老院并没有向护民官做出任何让步。
οὐ μὴν ἅπασί γʼ εἰσῄει καὶ μάλιστα τοῖς πρεσβυτέροις ὀλιγωρία τοῦ πράγματος, ἀλλὰ προσέχειν, μή τι ἀνήκεστον ἡ τοῦ §7.17.2ἀνδρὸς ἐξεργάσηται μανία.
然而,并非所有人,尤其是那些年长者,都对此事掉以轻心,相反,他们十分警惕,唯恐那个人的狂妄会带来某种无可挽回的祸害。
τῇ δʼ ἑξῆς νυκτὶ κοινωσάμενος τοῖς δημάρχοις ὁ Βροῦτος τὴν ἑαυτοῦ γνώμην καὶ παρασκευασάμενος χεῖρα οὐκ ὀλίγην δημοτῶν κατέβαινε μετʼ αὐτῶν εἰς τὴν ἀγοράν·
第二天夜里,布鲁图斯向护民官透露了自己的想法,并准备了一支人数不少的平民队伍,与他们一同下到广场。
καὶ πρὶν ἡμέραν λαμπρὰν γενέσθαι καταλαβόμενοι τὸ Ἡφαιστεῖον, ἔνθα ἦν ἔθος αὐτοῖς ἐκκλησιάζειν, ἐκάλουν μὲν εἰς ἐκκλησίαν τὸν δῆμον.
在天色大亮之前,他们占领了赫菲斯托斯神殿——那是他们通常举行大会的地方——并召集平民参加大会。
πληρωθείσης δὲ τῆς ἀγορᾶς· ὄχλος γὰρ ὅσος οὔπω πρότερον συνῆλθε· παρελθὼν Σικίνιος ὁ δήμαρχος πολὺν μὲν ἐποιήσατο κατὰ τῶν πατρικίων λόγον, ἅπανθʼ ὑπομιμνήσκων ὅσα κατὰ τῶν δημοτικῶν αὐτοῖς ἐπράχθη·
当广场被填满时(因为聚集了前所未有的庞大群众),护民官西基尼乌斯走上前,对贵族发表了长篇演说,提醒平民注意贵族对他们所犯下的一切恶行。
ἔπειθʼ ὑπὲρ τῆς παρελθούσης ἡμέρας ἐδίδασκεν, ὡς κεκωλυμένος ὑπʼ αὐτῶν εἴη λόγου τυχεῖν καὶ τὴν ἐξουσίαν τῆς ἀρχῆς ἀφῃρημένος.
接着,他向他们解释了前一天发生的事情,说明自己如何被他们阻挠而无法发言,并被剥夺了官职的权力。
§7.17.3τίνος γὰρ ἂν ἔτι γενοίμεθʼ, ἔφη, κύριοι τῶν ἄλλων, εἰ μηδὲ τοῦ λέγειν ἐσόμεθα;
“因为,”他说,“如果我们连发言的权力都没有了,我们还能在其他什么事情上拥有决定权呢?
πῶς δʼ ἄν τινι ὑμῶν ἀδικουμένῳ πρὸς αὐτῶν βοηθεῖν δυναίμεθα, εἰ τὴν ἐξουσίαν τοῦ συνάγειν ὑμᾶς ἀφαιρεθείημεν;
如果被剥夺了召集你们的权力,我们又怎能帮助你们中任何受到他们不公对待的人呢?
ἄρχουσι γὰρ δήπου παντὸς ἔργου λόγοι, καὶ οὐκ ἄδηλον, ὅτι οἷς εἰπεῖν ἃ φρονοῦσιν οὐκ ἔξεστιν, οὐδὲ πρᾶξαι ἂν ἐξείη, ἃ βούλονται.
因为言论无疑是指导一切行动的,显而易见,那些不被允许表达自己想法的人,也绝不会被允许做他们想做的事。
ἢ κομίζεσθʼ οὖν, ἔφη, τὴν ἐξουσίαν, ἣν δεδώκατε ἡμῖν, εἰ μὴ μέλλετε βεβαιοῦν αὐτῇ τἀσφαλές, ἢ νόμῳ γραφέντι κωλύσατε τοὺς ἐμποδὼν ἡμῖν τὸ λοιπὸν ἐσομένους.
因此,”他说,“如果你们不打算保障其安全,要么收回你们赐予我们的权力,要么就通过一项明文法律来阻止今后妨碍我们的人。
§7.17.4τοιαῦτα διαλεχθείς, ἐπικελεύσαντος αὐτῷ τοῦ δήμου μεγάλῃ βοῇ τὸν νόμον εἰσφέρειν, ἔχων αὐτὸν ἤδη γεγραμμένον ἀνεγίνωσκε καὶ ψῆφον δίδωσι τῷ πλήθει περὶ αὐτοῦ παραχρῆμα ἐπενεγκεῖν.
” 在发表完这番讲话后,由于平民大声催促他提出法律,他便宣读了已经写好的草案,并随即让群众对此进行投票。
οὐ γὰρ ἐδόκει τὸ πρᾶγμα δεῖσθαι ἀναβολῆς οὐδὲ μελλησμοῦ, μή τι ἄλλο κώλυμα γένηται πρὸς τῶν ὑπάτων.
因为这件事似乎不容延误和犹豫,唯恐执政官们制造出其他的阻碍。
§7.17.5ἦν δὲ τοιόσδε ὁ νόμος· δημάρχου γνώμην ἀγορεύοντος ἐν δήμῳ μηδεὶς λεγέτω μηδὲν ἐναντίον μηδὲ μεσολαβείτω τὸν λόγον.
该法律条文如下:当护民官在平民面前发表意见时,任何人不得进行反对发言,亦不得打断其讲话。
ἐὰν δέ τις παρὰ ταῦτα ποιήσῃ, διδότω τοῖς δημάρχοις ἐγγυητὰς αἰτηθεὶς εἰς ἔκτισιν ἧς ἂν ἐπιθῶσιν αὐτῷ ζημίας.
若有人违反此规定,在受到要求时,须向护民官提供保证人,以支付他们可能对其施加的罚金。
ὁ δὲ μὴ διδοὺς ἐγγυητὴν θανάτῳ ζημιούσθω, καὶ τὰ χρήματʼ αὐτοῦ ἱερὰ ἔστω.
而不提供保证人者应被处以死刑,其财产应予以没收充公。
τῶν δʼ ἀμφισβητούντων πρὸς ταύτας τὰς ζημίας αἱ κρίσεις ἔστωσαν ἐπὶ τοῦ δήμου.
若对这些处罚有争议,裁决权应属于平民。
§7.17.6τοῦτον τὸν νόμον ἐπιψηφίσαντες οἱ δήμαρχοι διέλυσαν τὴν ἐκκλησίαν·
护民官们在对该法律进行表决后便解散了大会。
καὶ ὁ δῆμος ἀπῄει πολλῆς γεγονὼς μεστὸς εὐθυμίας, τῷ δὲ Βρούτῳ μεγάλην χάριν εἰδώς, ἐκείνου δοκῶν εἶναι τὸ ἐνθύμημα τοῦ νόμου.
平民们满怀喜悦地离去,并对布鲁图斯表达了深切的感激之情,因为他们认为这项法律的构想是出自于他的。