Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.18.1-7.18.3

等级对立的持续与平民向邻近城市的迁移

第 520 段,共 962 段 · 希腊语

内容简介

护民官与执政官的冲突加剧,元老院与平民互不承认对方的决议,但双方克制了暴力的发生,饥荒中的平民开始向邻近城市迁移。

§7.18.1μετὰ τοῦτο πολλαὶ καὶ περὶ πολλῶν ἐγίνοντο τοῖς δημάρχοις πρὸς τοὺς ὑπάτους ἀντιλογίαι, καὶ οὔθʼ ὁ δῆμος ὁπόσα ἡ βουλὴ ψηφίσαιτο κύρια ἡγεῖτο, οὔθʼ ὧν ὁ δῆμος γνοίη τῇ βουλῇ φίλον τι ἦν·
在此之后,护民官与执政官之间就许多问题发生了许多争论。 平民不认为元老院所通过的任何决议是有效的,而平民所决定的事对元老院来说也毫无讨喜之处。
ἀντιπαρατεταγμένοι δὲ καὶ διʼ ὑποψίας ἔχοντες ἀλλήλους διετέλουν.
他们继续互相对峙,并彼此心存怀疑。
οὐ μὴν τό γε μῖσος αὐτῶν εἰς ἔργον τι ἀνήκεστον ἐχώρησεν, οἷα ἐν ταῖς τοιαύταις φιλεῖ §7.18.2γίνεσθαι ταραχαῖς.
然而,他们的仇恨并未导致任何无可挽回的恶果,而这在通常的此类骚乱中是极易发生的。
οὔτε γὰρ οἱ πένητες ἐπὶ τὰς οἰκίας ὥρμησαν τῶν πλουσίων, ἔνθα ὑπελάμβανόν τινας εὑρήσειν ἀποκειμένας τροφάς, ἢ τὴν ἐν τῷ φανερῷ ἀγορὰν ἁρπάζειν ἐπεβάλοντο, ἀλλʼ ὑπομένοντες ὠνεῖσθαι πολλοῦ διαφόρου μικρά, καὶ ὁπότʼ ἐξαπορηθεῖεν ἀργυρίου τὰς ἐκ γῆς ῥίζας τε καὶ βοτάνας σιτούμενοι ἠνείχοντο·
因为穷人既没有冲进富人的房屋(他们以为在那里能找到些储存的粮食),也没有企图哄抢公开市场上的物资,而是默默忍受用高价购买微薄的食物,并且当钱财用尽时,靠吃地里的草根和野菜度日。
οὔθʼ οἱ πλούσιοι βιασάμενοι τοὺς ἀσθενεστέρους τῇ τʼ οἰκείᾳ δυνάμει καὶ τῇ παρὰ τῶν πελατῶν πολλῇ οὔσῃ κατασχεῖν αὐτοὶ τὴν πόλιν ἠξίωσαν τοὺς μὲν ἐξελάσαντες ἐξ αὐτῆς, τοὺς δʼ ἀποκτείναντες, ἀλλὰ διέμενον ὥσπερ οἱ σωφρονέστατα πολιτευόμενοι πρὸς τοὺς υἱοὺς πατέρες εὐνοούσῃ καὶ κηδομένῃ τῇ ὀργῇ πρὸς τὰς ἁμαρτάδας αὐτῶν χρώμενοι.
富人也同样没有凭借自身的力量以及人数众多的门客力量,去压迫弱者并企图独占城市,既没有将一些人驱逐出境,也没有杀害另一些人,而是像最明智行事的父亲对待儿子那样,以善意和关怀的愤怒对待他们的过错,并如此度日。
§7.18.3τοιαύτης δὲ καταστάσεως οὔσης περὶ τὴν Ῥώμην αἱ πλησιόχωροι πόλεις ἐκάλουν τοὺς βουλομένους οἰκεῖν παρὰ σφίσι Ῥωμαίων πολιτείας τε μεταδόσει καὶ ἄλλων φιλανθρώπων ἐλπίσιν ὑπαγόμεναι, αἱ μὲν ἀπὸ τοῦ βελτίστου διʼ εὔνοιάν τε καὶ ἔλεον τῆς συμφορᾶς, αἱ δὲ πλείους διὰ φθόνον τῆς πάλαι ποτὲ εὐτυχίας.
在罗马周边呈现如此局势之时,邻近的城市纷纷邀请愿意去他们那里居住的罗马人,并以授予公民权和其他优厚待遇的期望来诱引他们。 一些城市纯属出于好意,源于善意和对罗马人不幸遭遇的同情,而大多数城市则是由于嫉妒罗马昔日的繁荣。
καὶ ἦσαν οἱ ἀπαναστάντες πανοικεσίᾳ καὶ μεταθέμενοι τὰς οἰκήσεις ἑτέρωσε πολλοὶ πάνυ· ὧν οἱ μὲν ἀνέστησαν αὖθις, ἐπειδὴ κατέστη τὰ πράγματα τῆς πόλεως, οἱ δὲ καὶ διέμειναν.
举家迁徙、将住所转移到他处的人非常多,其中一些人在城市局势稳定后又迁了回来,而另一些人则选择留在了那里。

词汇与语法注释

  1. §7.18.1ὁπόσα ἡ βουλὴ ψηφίσαιτο — ψηφίσαιτο 及随后的 γνοίη 均为过去希求法,表示过去重复发生的情况(“每当元老院通过决议……”),构成一般性条件句。
  2. §7.18.1διʼ ὑποψίας ἔχοντες — 由介词 διά 加属格再加动词 ἔχω 构成的习语,意为“处于……的状态”或“心存……”,在此处表示“彼此心存怀疑”。
  3. §7.18.2χρώμενοι — 修饰主句动词 διέμενον 的分词,其语法主语为 οἱ πλούσιοι。虽然它紧跟在比喻句 ὥσπερ ... πατέρες 之后,看起来像是在修饰“父亲们”,但实际上它描述的是主语“富人们”的行为(“富人们继续如父亲般……使用着愤怒”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.18.1-7.18.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.18.1-7.18.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。