Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.16.1-7.16.5

大会主导权之争与布鲁图斯的调解

第 518 段,共 962 段 · 希腊语

内容简介

执政官与护民官因大会的召集权与发言权产生冲突,在暴动边缘,布鲁图斯介入并通过诱使执政官承认平民权利,暂时平息了局势。

§7.16.1ἐδικαίουν δʼ οἱ μὲν ὕπατοι τὴν κρείττονα ἔχοντες ἐξουσίαν ἁπάντων ἄρχειν τῶν ἐν τῇ πόλει, οἱ δὲ δήμαρχοι τὴν ἐκκλησίαν ἑαυτῶν εἶναι χωρίον ὥσπερ ἐκείνων τὴν βουλήν, καὶ ὁπόσα ἐπὶ τοῖς δημόταις ἦν κρίνειν τε καὶ ψηφίζεσθαι, τούτων αὐτοὶ πᾶν ἔχειν τὸ κρίτος.
执政官们主张,既然他们拥有至高无上的权力,就理应统治城内的一切人;而护民官们则主张,平民大会是他们自己的领地,正如元老院是执政官们的领地一样,凡是属于平民裁决和表决的事项,他们自己应拥有全部决定权。
συνηγωνίζετο δὲ τοῖς μὲν ἡ πληθὺς ἐπιβοῶσα καὶ ὁμόσε χωρεῖν, εἰ δέοι, τοῖς κωλύουσι παρεσκευασμένη, τοῖς δʼ ὑπάτοις οἱ πατρίκιοι συστρέψαντες αὑτούς.
群众大声呼喊,并准备在必要时与阻挠他们的人直接对抗,以此来协助护民官;而贵族们则团结一致支持执政官。
§7.16.2ἐγίνετο δὲ πολὺς ἀγὼν περὶ τοῦ μὴ εἶξαι ἑκατέροις, ὡς ἐν μιᾷ τῇ τότε ἥττῃ παραχωρουμένης τῆς εἰς τὸν λοιπὸν χρόνον ἑκατέρων δικαιώσεως.
双方因互不相让而展开了激烈的争斗,因为他们认为,当时仅一次的失败,就会意味着双方在未来时期的权利主张都被拱手相让。
ἥλιός τε περὶ καταφορὰν ἦν ἤδη, καὶ συνέτρεχεν ἐκ τῶν οἰκιῶν τὸ ἄλλο πλῆθος εἰς τὴν ἀγοράν, καὶ ἔμελλον, εἰ νὺξ ἐπιλαμβάνοι τὴν ἔριν, εἰς πληγάς τε καὶ λίθων χωρήσειν βολάς.
此时太阳已经快下山了,其余的群众也纷纷从家中奔向广场,如果黑夜将这场争执笼罩,他们势必会发展到拳脚相向和投掷石块的地步。
§7.16.3ἵνα δὴ μὴ τοῦτο γένοιτο, προελθὼν ὁ Βροῦτος τοὺς ὑπάτους ἠξίου δοῦναι λόγον αὐτῷ, παύσειν ὑπισχνούμενος τὴν στάσιν.
为了防止这种情况发生,布鲁图斯走上前来,请求执政官允许他发言,并承诺会平息这场内讧。
κἀκεῖνοι δόξαντες σφίσι παρακεχωρῆσθαι, ὅτι τῶν δημάρχων παρόντων οὐ παρʼ ἐκείνων ὁ δημαγωγὸς ᾐτήσατο τὴν χάριν, ἐπιτρέπουσιν αὐτῷ λέγειν.
执政官们认为这是对自己的一种让步,因为在护民官在场的情况下,这位大中先导者并没有向护民官请求这一恩惠,而是向他们请求,于是便允许他发言。
σιωπῆς δὲ γενομένης ἄλλο μὲν οὐδὲν ὁ Βροῦτος εἶπεν, ἠρώτησε δὲ τοὺς ὑπάτους τοιάνδε τινὰ §7.16.4ἐρώτησιν· ἆρά γʼ, ἔφη, μέμνησθʼ, ὅτι διαλυομένοις ἡμῖν τὴν στάσιν τοῦτο συνεχωρήθη τὸ δίκαιον ὑφʼ ὑμῶν, ὅταν οἱ δήμαρχοι συναγάγωσι τὸν δῆμον ὑπὲρ ὁτουδήτινος, μὴ παρεῖναι τῇ συνόδῳ τοὺς πατρικίους μηδʼ ἐνοχλεῖν;
在全场安静下来后,布鲁图斯没有说别的话,而是向执政官提出了这样一个问题:“请问,”他说,“你们是否记得,在我们解决内讧时,你们曾向我们让渡了这一权利,即每当护民官为了任何事情召集平民时,贵族不得参加集会,也不得进行干扰?
μεμνήμεθʼ, ἔφησεν ὁ Γεγάνιος.
”“我们记得,”格加尼乌斯说。
καὶ ὁ Βροῦτος ὑποφέρει· τί οὖν παθόντες ἐμποδὼν ἵστασθʼ ἡμῖν καὶ οὐκ ἐᾶτε τοὺς δημάρχους ἃ βούλονται λέγειν;
布鲁图斯接着说:“那么,究竟是什么原因让你们挡在我们的路上,不让护民官说他们想说的话呢?
ἀποκρίνεται πρὸς ταῦθʼ ὁ Γεγάνιος· ὅτι οὐκ αὐτοὶ συνεκάλεσαν τὸν δῆμον εἰς τὴν ἐκκλησίαν, ἀλλʼ ἡμεῖς οἱ ὕπατοι.
”格加尼乌斯对此回答道:“因为召集平民参加大会的不是他们自己,而是我们执政官。
εἰ μὲν οὖν ὑπὸ τούτων ἡ σύνοδος ἐγένετο, οὐθὲν ἂν ἠξιοῦμεν οὔτε κωλύειν οὔτε πολυπραγμονεῖν· ἐπειδὴ δʼ ἡμεῖς συνηγάγομεν τὴν ἐκκλησίαν, οὐχὶ τούτους ἀγορεύειν κωλύομεν, ἀλλʼ ὑπὸ τούτων αὐτοὶ §7.16.5κωλύεσθαι οὐ δικαιοῦμεν.
因此,如果集会是由他们召集的,我们既不会要求阻止,也不会干涉;但既然是我们召集了大会,我们并非阻止他们发言,而是我们自己不应受到他们的阻止。
καὶ ὁ Βροῦτος ὑποτυχών· νικῶμεν, ἔφησεν, ὦ δημόται, καὶ παρακεχώρηται ἡμῖν ὑπὸ τῶν διαφόρων ὅσα ἠξιοῦμεν.
” 布鲁图斯打断他说:“市民们,我们赢了! 我们的对手已经把我们要求的一切都让给了我们。
νῦν μὲν οὖν ἄπιτε καὶ παύσασθε φιλονεικοῦντες· αὔριον δʼ ὑμῖν ὑπισχνοῦμαι φανερὰν ποιήσειν ὅσην ἔχετε ἰσχύν.
因此,现在你们回去吧,不要再争执了;明天我保证向你们展示你们拥有多大的力量。
καὶ ὑμεῖς γʼ, ὦ δήμαρχοι, παραχωρήσατε αὐτοῖς τῆς ἀγορᾶς ἐν τῷ παρόντι· οὐ γὰρ εἰς τέλος παραχωρήσετε·
而你们,护民官们,目前先把广场让给他们;因为你们并不是永远让步。
μαθόντες δʼ ὅσον ἔχει κράτος ὑμῶν ἡ ἀρχή· γνώσεσθε γὰρ οὐκ εἰς μακράν· ἐγὼ τοῦθʼ ὑμῖν ὑποδέχομαι ποιήσειν φανερόν· μετριωτέραν αὐτῶν ἀποδώσετε τὴν ὑπερηφανίαν.
一旦你们了解了你们的官职拥有多大的威力——因为你们不久就会知道,我承诺向你们讲明这一点——你们就会使他们的傲慢变得更加温和。
ἐὰν δὲ φενακίζων ὑμᾶς εὑρεθῶ, χρήσασθʼ ὅ τι βούλεσθέ μοι.
如果发现我是在欺骗你们,你们可以对我做任何你们想做的事。 ”

词汇与语法注释

  1. 7.16.2παραχωρουμένης — 以名词 τῆς δικαιώσεως 为逻辑主语的属格绝对结构。带有前置词 ὡς 表示主观原因或假定(意为“仿佛……一样”)。
  2. 7.16.4τί οὖν παθόντες — 使用动词 πάσχω 的分词形式构成的惯用表达,带有惊讶或指责的语气询问原因(意为“究竟是什么原因/为什么”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.16.1-7.16.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.16.1-7.16.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。