Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.9.1-7.9.5

亚里托德穆斯压迫青年与最终败亡

第 511 段,共 962 段 · 希腊语

内容简介

亚里托德穆斯将遇害市民的男子后裔驱逐至乡下做奴隶,并对城中留下的青年实行女性化的教育以防叛乱,但最终他迎来了彻底的覆灭。

§7.9.1γενεὰν δὲ τῶν πεφονευμένων τὴν ἄρρενα κατʼ ἀρχὰς ἐν οὐθενὶ λόγῳ ποιησάμενος, ὕστερον εἴτʼ ἐκ θεοπροπίου τινὸς εἴτε καὶ κατὰ τὸν εἰκότα λογισμὸν οὐ μικρὸν αὐτῷ δέος ὑποτρέφεσθαι νομίσας ἐπεχείρησε §7.9.2μὲν ἐν ἡμέρᾳ μιᾷ πᾶσαν ἀπολέσαι·
对于那些被杀之人的男子后代,他起初并未放在心上,但后来,不论是由于某种神谕,还是基于合理的推算,他认为对自己而言,一股不小的恐惧正在暗中滋生,于是企图在一天之内将他们全部消灭。
δεήσει δὲ πολλῇ χρησαμένων ἁπάντων, παρʼ οἷς ἔτυχον αἵ τε μητέρες αὐτῶν οὖσαι καὶ οἱ παῖδες τρεφόμενοι, χαρίσασθαι βουλόμενος αὐτοῖς καὶ ταύτην τὴν δωρεὰν θανάτου μὲν ἀπολύει παρὰ γνώμην, φυλακὴν δὲ ποιούμενος αὐτῶν, μή τι συστάντες μετʼ ἀλλήλων βουλεύσωσι κατὰ τῆς τυραννίδος, ἀπιέναι πάντας ἐκέλευσεν ἐκ τῆς πόλεως ἄλλον ἄλλῃ καὶ δίαιταν ἔχειν ἐν τοῖς ἀγροῖς μηθενὸς τῶν προσηκόντων ἐλευθέροις παισὶ μήτʼ ἐπιτηδεύματος μήτε μαθήματος μεταλαμβάνοντας, ἀλλὰ ποιμαίνοντάς τε καὶ τἆλλα τὰ κατὰ τοὺς ἀγροὺς ἔργα πράττοντας, θάνατον ἀπειλήσας, εἴ τις ἐξ αὐτῶν εὑρεθείη §7.9.3παρελθὼν εἰς τὴν πόλιν.
然而,由于收留他们母亲并抚养这些孩子的宿主们都极力哀求,他希望向他们施予这一恩惠,便违背本意免除了他们的死刑;但为了对他们进行监视,防止他们相互勾结、图谋推翻僭主政权,他命令所有人离开城市,分散到各处,在田间生活,不得参与任何适合自由身子弟的职业或学业,而只能放牧并从事其他田间劳动,并威胁说,如果他们中有人被发现进入城市,便要处以死刑。
οἱ δὲ καταλιπόντες τὰς πατρῴας ἑστίας ἐν τοῖς ἀγροῖς ὥσπερ δοῦλοι διετρέφοντο τοῖς ἀποκτείνασι τοὺς πατέρας αὐτῶν λατρεύοντες.
于是他们离开父辈的家园,在田间像奴隶一样生活,伺候那些杀害他们父亲的人。
ἵνα δὲ μηδὲ τῶν ἄλλων πολιτῶν ἐν μηθενὶ γένηται μήτε γενναῖον μήτʼ ἀνδρῶδες φρόνημα, πᾶσαν ἐκθηλῦναι ταῖς ἀγωγαῖς τὴν ἐπιτρεφομένην νεότητα τῆς πόλεως ἐπεβάλετο ἀνελὼν μὲν τὰ γυμνάσια καὶ τὰς ἐνοπλίους μελἔτας, ἀλλάξας δὲ τὴν δίαιταν, ᾗ πρότερον οἱ παῖδες ἐχρῶντο.
为了不让其他市民中产生任何高尚或勇敢的气魄,他力图通过教育使城中所有正在成长的一代青年变得柔弱,废除了体育馆和武装训练,并改变了孩子们以前所习惯的生活方式。
§7.9.4κομᾶν τε γὰρ τοὺς ἄρρενας ὥσπερ τὰς παρθένους ἐκέλευσεν ἐξανθιζομένους καὶ βοστρυχιζομένους καὶ κεκρυφάλοις τὰς πλοκαμίδας ἀναδοῦντας ἐνδύεσθαί τε ποικίλους καὶ ποδήρεις χιτωνίσκους, καὶ χλανιδίοις ἀμπέχεσθαι λεπτοῖς καὶ μαλακοῖς, καὶ δίαιταν ἔχειν ὑπὸ σκιαῖς·
因为他命令男子要像少女一样留长发,将其染黄并烫卷,用发网将发辫束起,穿上五彩斑斓、直达脚踝的短袍,披上薄而柔软的小斗篷,并且在阴凉处生活。
ἠκολούθουν τʼ αὐτοῖς εἰς τὰ διδασκαλεῖα τῶν ὀρχηστῶν καὶ αὐλητῶν καὶ τῶν παραπλησίων τούτοις μουσοκολάκων παραπορευόμεναι παιδαγωγοὶ γυναῖκες σκιάδεια καὶ ῥιπίδας κομίζουσαι, καὶ ἔλουον αὐτοὺς αὗται κτένας εἰς τὰ βαλανεῖα φέρουσαι καὶ μύρων ἀλαβάστρους καὶ κάτοπτρα.
当他们去舞者、笛手以及类似的缪斯奉承者的学校时,女启蒙教师们会随行伺候,替他们拿着日伞和扇子,而且这些女人还会把梳子、香膏雪花石膏瓶和镜子带到浴室,伺候他们沐浴。
§7.9.5τοιαύτῃ διαφθείρων ἀγωγῇ τοὺς παῖδας, ἕως ἐκπληρώσωσιν εἰκοστὸν ἔτος, τὸν ἀπὸ τοῦδε χρόνον εἰς ἄνδρας εἴα τελεῖν.
他用这种教育败坏孩子们,直到他们满二十岁,此后才允许他们被列入成年男子之列。
πολλὰ δὲ καὶ ἄλλα Κυμαίοις ἐνυβρίσας καὶ λωβησάμενος καὶ οὔτʼ ἀσελγείας οὔτʼ ὠμότητος οὐδεμιᾶς ἀποσχόμενος, ὅτʼ ἀσφαλῶς κατέχειν ὑπελάμβανε τὴν τυραννίδα, γηραιὸς ὢν ἤδη δίκας ἔτισεν οὐ μεμπτὰς θεοῖς τε καὶ ἀνθρώποις πρόρριζος ἀπολόμενος.
在对库迈人施加了许多其他侮辱和伤害,且不加节制地犯下任何放荡与残暴罪行之后,正当他以为自己稳固地掌握着僭主权力时,已是老年的他因彻底覆灭,向神明和人类偿付了无可抱怨的惩罚。

词汇与语法注释

  1. 1331γενεὰν δὲ τῶν πεφονευμένων τὴν ἄρρενα ... ἐπεχείρησε ... ἀπολέσαι — 句首的宾格短语 `γενεὰν δὲ τῶν πεφονευμένων τὴν ἄρρενα` 是下一节(§7.9.2)中不定式 `ἀπολέσαι` 的直接宾语,而该不定式取决于§7.9.1末尾的主动词 `ἐπεχείρησε`。中间插入了冗长的分词短语(`ποιησάμενος`、`νομίσας`)及其他插入成分,形成了极长的超前置(hyperbaton)结构。
  2. 7.9.2ἔτυχον αἵ τε μητέρες αὐτῶν οὖσαι καὶ οἱ παῖδες τρεφόμενοι — 动词 `τυγχάνω`(此处为未完成过去时 `ἔτυχον`)与主格分词(`οὖσαι`、`τρεφόμενοι`)连用,表示某种巧合或实际存在的状态(“正巧在……”、“实际上被抚养”)。
  3. p.v.3p.15εἰ τις ἐξ αὐτῶν εὑρεθείη ... παρελθών — 条件从句中 `εἰ` 引导的希求语气 `εὑρεθείη`,由于主句动词为过去时(`ἐκέλευσεν`),因而表示从过去视角来看的未来假设(间接引语希求语气)。此外,被动语态的 `εὑρίσκω`(被发现)与主格分词 `παρελθών` 结合,表示“被发现进入……”。
  4. 1333εἰς ἄνδρας εἴα τελεῖν — 当动词 `τελέω` 后接介词 `εἰς` 时,意为“被列入、登记入(某一阶级或群体)”。此处意为“允许他们被列入成年男子之列”(即在社会上被承认进入成年男子阶层)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.9.1-7.9.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.9.1-7.9.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。