§7.11.1οἱ δʼ ἀποστάται τε καὶ φυγάδες ἐν τῷ περὶ τὸν Ἄορνον ὄρει πλησίον ὄντι τῆς πόλεως λοχῶντες, ὡς ἔμαθον ἐξεληλυθυῖαν ἐκ τῆς πόλεως τὴν τοῦ τυράννου στρατιὰν συνθήμασι μηνυθεῖσαν ὑπὸ τῶν σκοπῶν, πέμπουσιν ἐξ αὐτῶν περὶ ἑξήκοντα μάλιστα τοὺς εὐτολμοτάτους διφθέρας ἔχοντας καὶ φακέλλους φρυγάνων κομίζοντας.
另一方面,在城市附近的小阿奥尔诺斯山周围埋伏的反抗者和流亡者,在得知哨兵通过信号通知僭主的军队已经出城后,便从他们之中派出了大约六十名最勇敢的人,身穿皮衣,携带一捆捆柴火。
§7.11.2οὗτοι περὶ λύχνων ἁφὰς ἄλλοι κατʼ ἄλλας πύλας ὡς χερνῆται παρεισπεσόντες ἔλαθον·
这些人在点灯时分,装扮成雇工,分别从不同的城门混入城内,未被察觉。
ὡς δʼ ἔνδον ἐγένοντο τοῦ τείχους ἐξελκύσαντες ἐκ τῶν φακέλλων ἃ κατέκρυπτον ξίφη, καὶ συνελθόντες εἰς τὸν αὐτὸν ἅπαντες τόπον ἔπειτʼ ἐκεῖθεν ὁρμήσαντες ἀθρόοι πρὸς τὰς ἐπὶ τὸν Ἄορνον φερούσας πύλας τούς τε φύλακας αὐτῶν ἀποκτείνουσι κοιμωμένους καὶ τοὺς σφετέρους ἅπαντας ἤδη τοῦ τείχους πλησίον ὄντας ἀναπεπταμέναις ταῖς πύλαις ὑποδέχονται, καὶ τοῦτο πράξαντες ἔλαθον.
当他们进入城墙内部后,从柴火捆中抽出了暗藏的剑,并全部聚集在同一地点。 随后,他们从那里一齐冲向通往阿奥尔诺斯山的城门,将正在熟睡的守卫杀害,并通过敞开的大门,迎接了所有已经靠近城墙的同伴。 他们神不知鬼不觉地完成了这件事。
§7.11.3ἔτυχε γὰρ ἐκείνῃ τῇ νυκτὶ ἑορτή τις οὖσα δημοτελής, καὶ διʼ αὐτὴν ἅπας ὁ κατὰ πόλιν ὄχλος ἐν πότοις ὢν καὶ ταῖς ἄλλαις εὐπαθείαις.
因为恰巧在那个晚上,有一个公共节日,因此城里的所有民众都沉浸在饮酒和其他娱乐之中。
τοῦτο παρέσχεν αὐτοῖς κατὰ πολλὴν ἄδειαν ἁπάσας διελθεῖν τὰς ἐπὶ τὴν τυραννικὴν οἰκίαν φερούσας ὁδούς·
这使他们得以在非常安全的情况下,通过所有通往僭主住宅的街道。
καὶ οὐδὲ παρὰ ταῖς θύραις πολλήν τινα καὶ ἐγρηγορυῖαν εὗρον φυλακήν, ἀλλὰ κἀνταῦθα τοὺς μὲν ἤδη καθεύδοντας, τοὺς δὲ μεθύοντας ἀποσφάξαντες δίχα πόνου καὶ κατὰ πλῆθος εἰς τὴν οἰκίαν ὠσάμενοι, τοὺς μὲν ἄλλους ἅπαντας οὔτε τῶν σωμάτων ἔτι κρατοῦντας οὔτε τῶν φρενῶν διὰ τὸν οἶνον προβάτων δίκην κατέσφαξαν·
他们甚至在门前也没有发现任何人数众多且警惕的守卫,反而轻而易举地宰杀了那里已经入睡或喝醉的人,并大举冲入住宅,将所有因酒精而无法控制自己身体和心智的其他人像羊一样宰杀。
τὸν δʼ Ἀριστόδημον καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὴν ἄλλην συγγένειαν συλλαβόντες ἄχρι πολλῆς νυκτὸς αἰκιζόμενοί τε καὶ στρεβλοῦντες καὶ πᾶσιν ὡς εἰπεῖν λυμαινόμενοι κακοῖς ἀπέκτειναν.
而他们逮捕了阿里斯托德莫斯、他的孩子们以及其他亲属,在深夜之前对他们施以酷刑和折磨,可以说是用尽了一切手段进行凌辱,然后将其处死。
§7.11.4ἀνελόντες δὲ τὴν τυραννικὴν οἰκίαν πρόρριζον, ὡς μήτε παιδία μήτε γυναῖκας μήτε συγγένειαν μηθενὸς αὐτῶν καταλιπεῖν καὶ διʼ ὅλης νυκτὸς ἅπαντας ἐξερευνησάμενοι τοὺς συνεργοὺς τῆς τυραννίδος ἡμέρας γενομένης προῆλθον εἰς τὴν ἀγοράν.
他们彻底铲除了僭主的家族,没有留下任何孩子、妻子或他们的任何亲属,并且整夜搜捕了僭主统治的所有帮凶。 天亮后,他们来到广场。
ἔπειτα συγκαλέσαντες τὸν δῆμον εἰς ἐκκλησίαν ἀποτίθενται τὰ ὅπλα καὶ τὴν πάτριον καθίστανται πολιτείαν.
随后,他们召集民众召开大会,放下武器,恢复了祖传的政体。