§7.1.1Τίτου δὲ Γεγανίου Μακερίνου καὶ Ποπλίου Μηνυκίου τὴν ὕπατον ἐξουσίαν παραλαβόντων σίτου σπάνις ἰσχυρὰ τὴν Ῥώμην κατέσχεν ἐκ τῆς ἀποστάσεως λαβοῦσα τὴν ἀρχήν.
当提图斯·盖加尼乌斯·马凯里努斯与普布利乌斯·米努基乌斯接掌执政官权力时,一场严重的谷物短缺席卷了罗马,其起因源于那次平民离反。
ὁ μὲν γὰρ δῆμος ἀπέστη τῶν πατρικίων μετὰ τὴν μετοπωρινὴν ἰσημερίαν ὑπʼ αὐτὴν μάλιστα τὴν ἀρχὴν τοῦ σπόρου·
因为平民是在秋分之后、恰好在播种刚刚开始的时期,脱离了贵族。
ἐξέλιπον δὲ τὴν χώραν οἱ γεωργοῦντες ἅμα τῇ κινήσει καὶ διέστησαν οἱ μὲν εὐχερέστεροι πρὸς τοὺς πατρικίους, τὸ δὲ θητικὸν μέρος ὡς τοὺς δημοτικούς·
耕作土地的人随着这次动荡一同放弃了田野,并分立为两派:较为宽裕的小作农归向贵族,而日佣劳动者阶层则归向平民派。
καὶ διέμειναν ἐξ ἐκείνου χωρὶς ἀλλήλων ὄντες, ἕως οὗ κατέστη καὶ συνῆλθεν ἡ πόλις εἰς ἑαυτὴν οὐ πολλῷ πρότερον διαλλαγεῖσα τῆς §7.1.2χειμερινῆς τροπῆς.
直到城邦达成和解,并在冬至前不久重新安定并凝聚在一起,自此他们一直彼此分离。
τὸν δὲ μεταξὺ χρόνον, ἐν ᾧ ὁ πᾶς ἐπιτελεῖται σπόρος ὡραῖος, ἔρημος ἡ χώρα τῶν ἐπιμελησομένων ἦν καὶ ἐπὶ πολὺν χρόνον διετέλεσεν, ὥστε μηδὲ κατελθοῦσι τοῖς γεωργοῖς ἀναλαβεῖν αὐτὴν ἔτι ῥᾴδιον εἶναι δούλων τʼ ἀποστάσει καὶ κτηνῶν ὀλέθρῳ, μεθʼ ὧν αὐτὴν ἔμελλον ἐργάζεσθαι κεκακωμένην, ἀφορμῆς τʼ οὐ πολλοῖς εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ὑπαρχούσης οὔτε σπερμάτων οὔτε τροφῆς.
而在这期间——即所有适时播种进行的时期——田野一直缺少照料者,并且这种状态持续了很长时间,以至于即使农民们回乡,由于奴隶的逃亡和役畜的死绝(原本他们是要依靠这些奴隶和役畜来耕作这片饱受蹂躏的土地的),想要恢复生产也绝非易事,而且许多人在来年既没有种子也没有口粮等本钱。
§7.1.3ταῦθʼ ἡ βουλὴ μαθοῦσα πρέσβεις διεπέμπετο πρὸς Τυρρηνοὺς καὶ Καμπανοὺς καὶ τὸ καλούμενον Πωμεντῖνον πεδίον σῖτον ὅσον ἂν δύναιντο πλεῖστον ὠνησομένους· Πόπλιος δὲ Οὐαλέριος καὶ Λεύκιος Γεγάνιος εἰς Σικελίαν ἀπεστάλησαν, Οὐαλέριος μὲν υἱὸς ὢν Ποπλικόλα, Γεγάνιος δὲ θατέρου τῶν ὑπάτων ἀδελφός.
元老院获悉此事后,便向伊特鲁里亚人、坎帕尼亚人以及所谓的波姆普提纳平原派遣使者,去采购尽可能多的谷物;普布利乌斯·瓦莱里乌斯和卢基乌斯·盖加尼乌斯则被派往西西里,其中瓦莱里乌斯是波普利科拉之子,而盖加尼乌斯是其中一位执政官的兄弟。
§7.1.4τύραννοι δὲ τότε κατὰ πόλεις μὲν ἦσαν, ἐπιφανέστατος δὲ Γέλων ὁ Δεινομένους νεωστὶ τὴν Ἱπποκράτους τυραννίδα παρειληφώς, οὐχὶ Διονύσιος ὁ Συρακούσιος, ὡς Λικίννιος γέγραφε καὶ Γέλλιος καὶ ἄλλοι συχνοὶ τῶν Ῥωμαίων συγγραφέων οὐθὲν ἐξητακότες τῶν περὶ τοὺς χρόνους ἀκριβῶς, ὡς αὐτὸ δηλοῖ τοὖργον, ἀλλʼ εἰκῆ τὸ προστυχὸν ἀποφαινόμενοι.
当时各城邦都有僭主,其中最显赫的是戴诺梅内斯之子盖隆,此时他刚刚继承了希波克拉底的僭主权。 而非叙拉古的狄奥尼西奥斯,正如利基尼乌斯、盖利乌斯以及许多其他罗马的历史学家所写的那样。 他们对年代学问题毫无精确考证,如事实本身所表明的那样,而只是随口宣称碰巧想到的事。
§7.1.5ἡ μὲν γὰρ εἰς Σικελίαν ἀποδειχθεῖσα πρεσβεία κατὰ τὸν δεύτερον ἐνιαυτὸν τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος ἐξέπλευσεν ἄρχοντος Ἀθήνησιν Ὑβριλίδου, ἑπτακαίδεκα διελθόντων ἐτῶν μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων, ὡς οὗτοί τε καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες συγγραφεῖς ὁμολογοῦσι·
因为被派往西西里的使团是在第七十二届奥林匹亚德的第二年出航的,当时雅典的执政官是许布里利德斯,距离国王被驱逐已经过去了十七年,这一点他们自己以及几乎所有其他历史学家都是赞同的。
Διονύσιος δʼ ὁ πρεσβύτερος ὀγδοηκοστῷ καὶ πέμπτῳ μετὰ ταῦτʼ ἔτει Συρακουσίοις ἐπαναστὰς κατέσχε τὴν τυραννίδα κατὰ τὸν τρίτον ἐνιαυτὸν τῆς ἐνενηκοστῆς καὶ τρίτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Καλλίου τοῦ μετʼ §7.1.6Ἀντιγένη.
然而,年长的狄奥尼西奥斯是在此八十五年后才起事反抗叙拉古人并夺取僭主权的,当时是第九十三届奥林匹亚德的第三年,雅典执政官是安提革涅斯的继任者卡里阿斯。
ὀλίγοις μὲν οὖν ἔτεσι διαμαρτεῖν τῶν χρόνων δοίη τις ἂν ἱστορικοῖς ἀνδράσιν ἀρχαίας καὶ πολυετεῖς συνταττομένοις πραγματείας, γενεαῖς δὲ δυσὶν ἢ τρισὶν ὅλαις ἀποπλανηθῆναι τῆς ἀληθείας οὐκ ἂν ἐπιτρέψειεν.
因而,对于编纂古代和漫长历史的历史编纂者,人们或许会原谅他们在年代上产生几年的误差,但偏离真理达整整两三代人之久,则是绝对容不得的。
ἀλλʼ ἔοικεν ὁ πρῶτος ἐν ταῖς ὡρογραφίαις τοῦτο καταχωρίσας, ᾧ πάντες ἠκολούθησαν οἱ λοιποί, τοσοῦτο μόνον ἐν ταῖς ἀρχαίαις εὑρὼν ἀναγραφαῖς, ὅτι πρέσβεις ἀπεστάλησαν ἐπὶ τούτων τῶν ὑπάτων εἰς Σικελίαν σῖτον ὠνησόμενοι καὶ παρῆσαν ἐκεῖθεν ἄγοντες ἣν ὁ τύραννος ἔδωκε δωρεάν, οὐκέτι μὴν παρὰ τῶν Ἑλληνικῶν ἐξετάσαι συγγραφέων, ὅστις ἦν τύραννος τότε Σικελίας, ἀβασανίστως δέ πως καὶ κατὰ τὸ προστυχὸν θεῖναι τὸν Διονύσιον.
相反,最初在编年史中登录此事、并且后来者均盲从的那个作者,似乎是只在古老的记录中发现了这么多:即在这些执政官任内,有使者被派往西西里采购谷物,并带着僭主所赠送的礼物返回,却未曾从希腊历史学家那里进一步考证当时西西里的僭主究竟是谁,而是毫无检验、顺其自然地把狄奥尼西奥斯的名字写了上去。