§7.2.1οἱ μὲν οὖν ἐπὶ Σικελίας πλέοντες πρέσβεις χειμῶνι χρησάμενοι κατὰ θάλατταν καὶ κύκλῳ τὴν νῆσον περιπλεῖν ἀναγκασθέντες χρόνιοί τε κατήχθησαν πρὸς τὸν τύραννον, καὶ τὴν χειμερινὴν ἐκεῖ διατρίψαντες ὥραν μετὰ θέρος ἐπανῆλθον εἰς Ἰταλίαν πολλὰς κομίζοντες ἀγοράς.
且说,前往西西里的使者们在海上遭遇风暴,被迫绕岛航行,因而历经延误才得以在僭主处入港;他们在那里度过了冬日,并在入夏之后返回意大利,带回了大量的粮食。
§7.2.2οἱ δʼ εἰς τὸ Πωμεντῖνον ἀποσταλέντες πεδίον ὀλίγου μὲν ἐδέησαν ὡς κατάσκοποι πρὸς τῶν Οὐολούσκων ἀναιρεθῆναι διαβληθέντες ὑπὸ τῶν ἐκ Ῥώμης φυγάδων, χαλεπῶς δὲ πάνυ διὰ τὴν προθυμίαν τῶν ἰδιοξένων αὐτὰ διασῶσαι δυνηθέντες τὰ σώματα, δίχα τῶν χρημάτων ἀνέστρεψαν εἰς τὴν Ῥώμην ἄπρακτοι.
另一方面,被派往波姆普提纳平原的人们,由于受到来自罗马的亡命之徒的诬告,险些被沃尔斯奇人作为间谍处死;但由于其私人客友的竭力相助,他们费尽周折才得以保全性命,在丢失了资金后,未达目的便返回了罗马。
§7.2.3ὅμοια δὲ τούτοις συνέβη παθεῖν καὶ τοῖς εἰς τὴν Ἰταλιῶτιν ἀφικομένοις Κύμην.
来到意大利库迈的使者们也遭遇了类似的命运。
καὶ γὰρ αὐτόθι πολλοὶ Ῥωμαίων διατρίβοντες, οἱ σὺν τῷ βασιλεῖ Ταρκυνίῳ διασωθέντες ἐκ τῆς τελευταίας μάχης φυγάδες, τὸ μὲν πρῶτον ἐξαιτεῖσθαι παρὰ τοῦ τυράννου τοὺς ἄνδρας ἐπεχείρησαν ἐπὶ θανάτῳ, ἀποτυχόντες δὲ τούτου ῥύσια κατασχεῖν ταῦτα τὰ σώματα παρὰ τῆς ἀπεσταλκυίας πόλεως ἠξίουν, ἕως ἀπολάβωσι τὰς ἑαυτῶν οὐσίας, ἃς ἔφασαν ὑπὸ Ῥωμαίων ἀδίκως δεδημεῦσθαι, καὶ ταύτης ᾤοντο δεῖν τῆς δίκης τὸν τύραννον αὐτοῖς γενέσθαι κριτήν.
因为有许多罗马人寄居在那里,他们是同国王塔克文一起在最后一场战役中幸存下来的流亡者;起初,他们企图请求僭主将使者们交出来处死,但在遭到拒绝后,他们要求将这些使者扣为人身担保,以此要挟派遣他们的城邦,直到他们收回自己的财产(他们声称这些财产被罗马人非法没收了),并且他们认为僭主应当在这场诉讼中担任他们的裁判官。
§7.2.4ὁ δὲ τυραννῶν τότε τῆς Κύμης Ἀριστόδημος ἦν ὁ Ἀριστοκράτους, ἀνὴρ οὐ τῶν ἐπιτυχόντων ἕνεκα γένους, ὃς ἐκαλεῖτο Μαλακὸς ὑπὸ τῶν ἀστῶν καὶ σὺν χρόνῳ γνωριμωτέραν τοῦ ὀνόματος ἔσχε τὴν κλῆσιν, εἴθʼ ὅτι θηλυδρίας ἐγένετο παῖς ὢν καὶ τὰ γυναιξὶν ἁρμόττοντα ἔπασχεν, ὡς ἱστοροῦσί τινες, εἴθʼ ὅτι πρᾷος ἦν φύσει καὶ μαλακὸς εἰς ὀργήν, ὡς ἕτεροι γράφουσιν.
当时统治库迈的僭主是阿利斯托克拉特斯之子阿利斯托德莫斯,他出身高贵,并非等闲之辈。 他被市民们称为“马拉科斯”,随着时间的推移,这一绰号比他的本名更加广为人知。 这或者是由于如某些人所记述的那样,他幼时女里女气,承受着与妇女相称的举止,或者是如另一些人所写的那样,他生性温和、不易发怒。
§7.2.5ἀφορμαῖς δὲ τῆς τυραννίδος ὁποίαις ἐχρήσατο καὶ τίνας ἦλθεν ἐπʼ αὐτὴν ὁδοὺς καὶ πῶς διῴκησε τὰ κατὰ τὴν ἀρχὴν καταστροφῆς θʼ ὁποίας ἔτυχεν, οὐκ ἄκαιρον εἶναι δοκῶ μικρὸν ἐπιστήσας τὴν Ῥωμαϊκὴν διήγησιν· κεφαλαιωδῶς διεξελθεῖν.
至于他凭借何种资源夺取僭主之位,通过何种途径达到目的,他在统治期间如何治理政务,以及遭遇了怎样的结局,我认为在稍微暂停罗马历史的叙述后,在此进行简要的概述并非不合时宜。