§6.96.1οὐ πολλῷ δʼ ὕστερον χρόνῳ τῆς ἑορτῆς τῶν ὑπατικῶν εἷς Μενήνιος Ἀγρίππας ἐτελεύτησε τὸν βίον, ὁ νικήσας Σαβίνους καὶ τὸν ἐξ αὐτῶν θρίαμβον ἐπιφανέστατον καταγαγών, ᾧ πεισθεῖσα ἡ βουλὴ τὴν κάθοδον ἐπέτρεψε τοῖς φυγάσι, καὶ ὁ δῆμος πιστεύσας ἀπέστη τῶν ὅπλων·
节后不久,曾任执政官的梅内尼乌斯·阿格里帕去世了。 他曾战胜萨宾人并为此举行了极为显赫的凯旋式;正是由于他的劝说,元老院才允许流亡者归来,平民也因信任他而放下了武器。
καὶ αὐτὸν ἔθαψεν ἡ πόλις δημοσίᾳ καὶ καλλίστῃ πάντων ἀνθρώπων καὶ λαμπροτάτῃ ταφῇ.
城邦以公费为他举行了所有人中最美丽、最隆重的葬礼。
οὐσία γὰρ οὐκ ἦν τῷ ἀνδρὶ εἰς μεγαλοπρέπειαν ἐκκομιδῆς καὶ ταφῆς ἀποχρῶσα· ὥστε καὶ τοῖς ἐπιτρόποις αὐτοῦ τῶν παίδων βουλευομένοις ἔδοξεν ὡς ἕνα τῶν πολλῶν εὐτελῶς ἐκκομίσαι τε καὶ §6.96.2θάψαι.
因为此人并没有足够的财产来支付体面的出殡和葬礼费用,以至于他的孩子们的监护人经商议后,决定像对待普通平民一样,简陋地为他出殡和葬埋。
οὐ μέντοι γε ὁ δῆμος εἴασεν, ἀλλὰ συναγαγόντες οἱ δήμαρχοι τὸ πλῆθος εἰς ἐκκλησίαν καὶ πολλὰ διελθόντες ἐγκώμια τῶν τε κατὰ πόλεμον ἔργων τοῦ ἀνδρὸς καὶ τῶν πολιτικῶν, τήν τε σωφροσύνην αὐτοῦ καὶ τὴν λιτότητα τοῦ βίου, μάλιστα δὲ τὴν εἰς χρηματισμὸν ἐγκράτειαν ἐπὶ μήκιστον ἄραντες τοῖς ἐπαίνοις, αἴσχιστον ἔφησαν εἶναι τῶν πραγμάτων ἄνδρα τηλικοῦτον ἀσήμου καὶ ταπεινῆς κηδείας τυχεῖν διὰ πενίαν·
然而平民并不允许这样做;护民官们将群众召集到公民大会上,对这名男子在战争和政治上的功绩发表了诸多赞词,并在颂扬中将他的克己、生活简朴,尤其是他在财物方面的自制力提升到了极高的高度,宣称这样一个伟大的人因贫困而遭受无名且低劣的丧礼,将是世上最可耻的事。
παρῄνεσάν τε τῷ δήμῳ τὴν δαπάνην ἀναδέξασθαι, καὶ συνεισενεγκεῖν κατʼ ἄνδρα, ὅσον ἂν αὐτοὶ §6.96.3τάξωσι.
他们建议平民承担这笔费用,并按人头捐款,金额由他们自己规定。
τοῖς δʼ ἀκούσασιν ἄσμενον ἐγένετο, καὶ αὐτίκα φέροντος ἑκάστου τὸ ταχθὲν πολύ τι χρῆμα συνήχθη διαφόρου.
听众们欣然接受,随着每个人立即带来规定的数额,便筹集到了一大笔资金。
μαθοῦσα δὲ τοῦθʼ ἡ βουλὴ διʼ αἰσχύνης τὸ πρᾶγμα ἔλαβε καὶ ἔκρινε μὴ κατʼ ἄνδρα ἐρανισμῷ τὸν ἐπιφανέστατον Ῥωμαίων περιιδεῖν θαπτόμενον, ἀλλʼ ἐκ τῶν δημοσίων ἐδικαίωσε τὸ ἀνάλωμα γενέσθαι τοῖς ταμίαις ἐπιτρέψασα τὴν ἐπιμέλειαν.
元老院得知此事后,感到十分羞愧,认为不能眼睁睁看着罗马最杰出的人物靠私人募捐来安葬,于是断定这笔费用应当由国库开支,并将此事交由财务官督办。
οἱ δὲ πολλῶν πάνυ μισθώσαντες χρημάτων τὰς παροχὰς κόσμῳ τε πολυτελεστάτῳ κοσμήσαντες αὐτοῦ τὸ σῶμα καὶ πάντα τὰ λοιπὰ ἐπιχορηγήσαντες εἰς μεγαλοπρέπειαν ἔθαψαν αὐτὸν ἀξίως τῆς ἀρετῆς.
而财务官们花大笔资金承包了出殡所需,用极尽华丽的服饰装点其遗体,并提供了一切体现尊荣的随葬物品,以配得上他美德的方式安葬了他。
§6.96.4ἀντιφιλοτιμούμενος δʼ ὁ δῆμος πρὸς τὴν βουλὴν οὐδʼ αὐτὸς ἠξίωσε τὸ συνεισενεχθὲν διάφορον ἀποδιδόντων τῶν ταμιῶν ἀπολαβεῖν, ἀλλʼ ἐχαρίσατο τοῖς παισὶ τοῦ ἀνδρὸς οἰκτείρων τὴν ἀπορίαν, ἵνα μηδὲν ἀνάξιον ἐπιτηδεύσωσι τῆς τοῦ πατρὸς ἀρετῆς.
平民在慷慨上与元老院竞争,甚至在财务官们退还所募资金时,也不愿收回,而是同情他孩子们的贫困,将这笔钱赠予了他们,以免他们从事任何配不上父亲美德的职业。
ἐγένετο δὲ καὶ τίμησις ἐν τῷ χρόνῳ τούτῳ διὰ τῶν ὑπάτων· ἐξ ἧς εὑρέθησαν ὑπὲρ ἕνδεκα πάντων μυριάδες αἱ τιμησάμεναι.
在此期间,执政官还主持了一次人口普查,结果发现登记的人数总计超过了十一万人。
καὶ τὰ μὲν ἐπὶ τῆς τούτων ὑπατείας πραχθέντα Ῥωμαίοις ταῦτʼ ἦν
以上便是罗马人在这些人担任执政官期间所发生的事。