§6.87.1τοιαῦτα λέγοντος τοῦ Μενηνίου πολλαὶ καὶ ποικίλαι παρʼ ὅλην ἐγίγνοντο τὴν δημηγορίαν ἐκ τῶν παρόντων φωναί.
当梅内尼乌斯说出这些话时,在场的众人中在整个演说期间发出了许多而多样的声音。
ἐπειδὴ δὲ τελευτῶν τοῦ λόγου πρὸς ὀλοφυρμοὺς ἐτράπετο καὶ τὰς μελλούσας καθέξειν συμφορὰς τούς τε ὑπομένοντας ἐν τῇ πόλει καὶ τοὺς ἀπελαυνομένους καὶ τὰς ἀμφοῖν ἀνεκλαύσατο τύχας, δάκρυά θʼ ἁπάντων ἐξεχεῖτο καὶ μιᾷ βοῇ συμφρονήσαντες ἀνεβόησαν ἀπάγειν σφᾶς εἰς τὴν πόλιν καὶ μὴ τρίβειν τὸν χρόνον·
但是,当他在话语的结尾转向哀悼,并痛哭那即将袭击留在城中的人和被驱逐的人的灾难,以及双方的命运时,所有人都流下了眼泪,他们同心合意地齐声高喊,要求带他们回到城里,不要拖延时间。
ὀλίγου τε πάνυ ἐδέησαν ἀπιέναι διὰ τάχους ἐκ τῆς ἐκκλησίας ἅπαντα τὰ πράγματα τοῖς πρεσβευταῖς ἐπιτρέψαντες καὶ μηδὲν ἄλλο τῶν εἰς ἀσφάλειαν πραγματευσάμενοι, εἰ μὴ παρελθὼν ὁ Βροῦτος ἐπέσχε τὰς ὁρμὰς αὐτῶν τὰ μὲν ἄλλα καλῶς ἔχειν τῷ δήμῳ λέγων, ὅσα ἡ βουλὴ ὑπισχνεῖτο, καὶ πολλὴν αὐτῇ τῶν συγχωρηθέντων χάριν ἔχειν ἀξιῶν·
事实上,他们差一点就匆匆离开集会,将所有事务都委托给使节,而没有为安全采取任何其他行动,若非布鲁图斯走上前来制止了他们的冲动。
δεδοικέναι μέντοι τὸν ἅπαντα χρόνον φάσκων καὶ τοὺς αὖθίς ποτε τυραννικοὺς ἄνδρας ἐπιχειρήσοντας εἰ τύχοι, §6.87.2περὶ τῶν γεγονότων τῷ δήμῳ μνησικακεῖν.
他说,元老院所许诺的其他一切对平民来说都是妥当的,并认为平民应当对所让步的事项深表感谢;然而,他又声称,他担心在未来的所有时间里,那些可能有专制倾向的人会再次企图对平民就过去发生的事抱有怨恨。
μίαν δʼ εἶναι πᾶσι τοῖς δεδοικόσι τοὺς κρείττονας μόνην ἀσφάλειαν ταύτην, εἰ γένοιτο αὐτοῖς φανερόν, ὅτι τοῖς βουλομένοις αὐτοὺς ἀδικεῖν οὐχ ὑπάρχει δύναμις· ἕως δʼ ἂν παρῇ τὸ δύνασθαι τὰ πονηρὰ δρᾶν, οὐκ ἐλλείψειν τοῖς πονηροῖς τὸ βούλεσθαι.
而且,对于所有害怕比自己强大者的人来说,唯一且仅有的安全就是这一条,即:如果向他们表明,那些想要伤害他们的人并不拥有这样的力量;因为只要作恶的能力存在,恶人作恶的意愿就不会消退。
ταύτης οὖν εἰ τύχοιεν τῆς ἀσφαλείας, οὐθὲν αὐτοῖς ἔτι δεήσειν.
因此,如果他们能获得这种安全,他们就再无任何需要了。
§6.87.3ὑποτυχόντος δὲ τοῦ Μενηνίου καὶ κελεύσαντος λέγειν τὴν ἀσφάλειαν, ἧς ἔτι τὸν δῆμον οἴεται δεῖσθαι, συγχωρήσατε, φησίν, ἡμῖν ἄρχοντας ἀποδεικνύναι καθʼ ἕκαστον ἐνιαυτὸν ἐξ ἡμῶν ὁσουσδήτινας, οἵτινες ἄλλου μὲν οὐδενὸς ἔσονται κύριοι, τοῖς δʼ ἀδικουμένοις ἢ κατισχυομένοις τῶν δημοτῶν βοηθήσουσι καὶ οὐ περιόψονται τῶν δικαίων ἀποστερούμενον οὐθένα·
当梅内尼乌斯插话并要求他说出他认为平民仍需要的安全时,他说:“请允许我们每年从我们自己人当中选出若干名官职人员,他们将不掌管任何其他事务,但会向平民中遭受不公或压迫的人提供帮助,并且不容许任何人的正当权利被剥夺。
τοῦτο ὑμᾶς ἀντιβολοῦμεν καὶ δεόμεθα πρὸς τοῖς ἄλλοις οἷς δεδώκατε, εἰ μὴ λόγος, ἀλλʼ ἔργον εἰσὶν αἱ διαλλαγαί, δοῦναι καὶ χαρίσασθαι.
我们向你们恳求并请求这一点,在我们所得到的其他条件之外,如果这次和解不仅是言辞而是事实,请将此也给予并恩赐给我们。 ”