Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.88.1-6.88.4

元老院批准平民的请求

第 494 段,共 962 段 · 希腊语

内容简介

平民热情地接受了布鲁图斯的提议,梅内尼乌斯派部分使节回城请求元老院批准。尽管阿庇乌斯极力反对,元老院仍决议批准平民所要求的保障,阿格里帕则留在军营起草平民选举官职的法律。

§6.88.1ὁ μὲν οὖν δῆμος ὡς τούτων ἤκουσε, μεγάλῃ βοῇ καὶ μέχρι πολλοῦ κατεχούσῃ τόν τε ἄνδρα ἐπῄνει, καὶ τοὺς πρεσβευτὰς παρεκάλει συγχωρῆσαι σφίσι καὶ τοῦτο.
平民们听了这话,便发出长久回荡的大声欢呼来称赞那个人,并恳求使节们也答应他们这一点。
οἱ δὲ πρέσβεις μεταστάντες ἐκ τῆς ἐκκλησίας καὶ διαλεχθέντες ὀλίγα πρὸς ἀλλήλους παρῆσαν οὐ διὰ μακροῦ.
使节们从集会中退出来,彼此简短商议之后,不一会儿就回来了。
σιωπῆς δὲ γενομένης παρελθὼν ὁ Μενήνιος εἶπε· τὸ μὲν πρᾶγμα, ὦ δημόται, μέγα καὶ πολλῶν μεστὸν ὑποψιῶν ἀτόπων·
当全场静下来时,梅内尼乌斯走上前说道:“平民同胞们,这件事情非常重大,并且充满了许多奇特的疑虑。
δέος τε καὶ φροντὶς ἡμᾶς εἰσέρχεται, μή ποτε δύο πόλεις ποιήσωμεν ἐν μιᾷ·
我们心中产生了恐惧与担忧,生怕我们会在一个国家中制造出两个国家。
πλὴν τό γʼ ἐφʼ ἡμῖν εἶναι μέρος οὐδὲ πρὸς ταύτην ἐναντιούμεθα τὴν δέησιν ὑμῶν.
不过,就我们自身而言,我们甚至不反对你们的这一请求。
§6.88.2τοῦτο μέντοι χαρίσασθε ἡμῖν, ὃ καὶ ὑπὲρ ὑμῶν ἐστιν· ἐπιτρέψατε τῶν πρεσβευτῶν τισιν εἰς τὴν πόλιν ἀφικομένοις δηλῶσαι τῇ βουλῇ ταῦτα·
然而,请恩准我们一件事,这也是为了你们好:请允许几位使节前往城里,将这些事情禀报给元老院。
καὶ γὰρ εἰ τὴν ἐξουσίαν παρʼ αὐτῆς ἔχομεν, ὅπως ἂν βουλώμεθα, ποιήσασθαι τὰς διαλλαγὰς αὐτοκράτορες ὄντες τῶν ὑποσχέσεων, αὐτοί γέ τοι λαβεῖν τοῦτʼ οὐ δικαιοῦμεν, ἀλλʼ ἐπειδὴ παρὰ δόξαν ἡμῖν ἀπήντηται πρᾶγμα καινόν, ἀφελόμενοι τὴν ἰδίαν ἐξουσίαν τῷ συνεδρίῳ φέροντες ἀναθήσομεν·
因为即使我们从元老院获得了按我们意愿进行和解的权力,作为这些承诺的全权掌握者,我们自己也不认为应当擅自做主;但既然遇到了意料之外的新情况,我们将放下自己的特权,把事情呈交给元老院裁决。
πεπείσμεθα μέντοι κᾀκείνῳ ταὐτὰ δόξειν ἅπερ ἡμῖν.
不过,我们深信元老院也会和我们有相同的看法。
ἐγὼ μὲν οὖν ἐνθάδε μενῶ καὶ σὺν ἐμοί τι μέρος τῆς πρεσβείας, Οὐαλέριος δὲ πορεύσεται καὶ οἱ λοιποὶ σὺν §6.88.3αὐτῷ.
因此,我将留在原处,使节团的一部分人也留在我身边,而瓦莱里乌斯和其他人则与他一同出发。
ἐδόκει ταῦτα·
”这个提议得到了赞同。
καὶ κατὰ σπουδὴν ἀναβάντες ἐπὶ τοὺς ἵππους ἤλαυνον εἰς τὴν πόλιν οἱ μέλλοντες δηλώσειν τῇ βουλῇ τὰ γενόμενα.
那些准备向元老院禀报事情的人急忙骑上马,向城里奔去。
προθέντων δὲ τῶν ὑπάτων λόγον τοῖς συνέδροις, Οὐαλερίου μὲν ἦν γνώμη διδόναι καὶ ταύτην τῷ δήμῳ τὴν χάριν· Ἄππιος δέ, ὅσπερ ἐξ ἀρχῆς ἠναντιοῦτο ταῖς διαλλαγαῖς, καὶ τότε ἐκ τοῦ φανεροῦ ἀντέλεγε βοῶν καὶ θεοὺς ἐπιμαρτυρόμενος καί, ὅσων μέλλοι σπέρμα κακῶν βαλεῖν, τῇ πολιτείᾳ προλέγων.
当执政官向议员们提出此议案时,瓦莱里乌斯的意见是也向平民恩赐这个特权;但从一开始就反对和解的阿庇乌斯,此时也公开反驳,大声呼喊并请神明作证,向国家预言这将播下多少邪恶的种子。
ἀλλʼ οὐκ ἔπειθε τοὺς πολλοὺς ὡρμηκότας, ὥσπερ εἶπον, διαλύσασθαι τὴν στάσιν.
然而他无法说服大多数人,正如我所说,大多数人正急于平息这场内讧。
γίνεται δὴ ψήφισμα τῆς βουλῆς, τά τε ἄλλα, ὅσα οἱ πρέσβεις ὑπέσχοντο τῷ δήμῳ, πάντα εἶναι κύρια, καὶ τὴν ἀσφάλειαν, §6.88.4ἣν ᾐτεῖτο, ἐπιτρέπειν.
于是,元老院通过了一项决议,规定使节们向平民许诺的其他一切事项全部有效,并且允许他们获得所要求的安全保障。
ταῦθʼ οἱ πρέσβεις διοικησάμενοι τῇ κατόπιν ἡμέρᾳ παρῆσαν ἐπὶ τὸ στρατόπεδον καὶ τὰ δόξαντα τῇ βουλῇ διεσάφησαν.
使节们办完这些手续后,于次日来到军营,说明了元老院的决定。
μετὰ τοῦτο Μενηνίου παραινέσαντος τοῖς δημόταις ἀποστεῖλαί τινας εἰς τὴν πόλιν, οἷς ἡ βουλὴ τὰ πιστὰ δώσει, πέμπεται Λεύκιος Ἰούνιος Βροῦτος, ὑπὲρ οὗ πρότερον εἴρηκα, καὶ σὺν αὐτῷ Μάρκος Δέκιος καὶ Σπόριος Ἰκίλιος.
在此之后,梅内尼乌斯建议平民们派遣几个人前往城里,接受元老院的誓约保证,于是我之前提到过的卢基乌斯·尤尼乌斯·布鲁图斯被派了去,同行的还有马尔库斯·德基乌斯和斯普里乌斯·伊基利乌斯。
τῶν δὲ παρὰ τῆς βουλῆς ἀφιγμένων οἱ μὲν ἡμίσεις ἅμα τοῖς περὶ τὸν Βροῦτον εἰς τὴν πόλιν ὑπέστρεψαν, Ἀγρίππας δὲ μετὰ τῶν λοιπῶν κατέμεινεν ἐπὶ τοῦ στρατοπέδου διαγράψαι παρακληθεὶς τὸν νόμον τοῖς δημοτικοῖς καθʼ ὃν ἀποδείξουσι τὰς ἀρχάς.
从元老院来的人中,有一半与布鲁图斯一行人一同回到了城里,而阿格里帕则被请求为平民们起草他们任命官职所依据的法律,与其余的人一同留在了军营。

词汇与语法注释

  1. 1243τό γʼ ἐφʼ ἡμῖν εἶναι μέρος — 用作限制宾格的惯用词组,意为“尽我们的能力所及”或“就我们而言”。动词不定式 `εἶναι` 作限制性用法(绝对不定式)。
  2. p.v.2p.395αὐτοί γέ τοι λαβεῖν τοῦτʼ οὐ δικαιοῦμεν — 动词 `δικαιοῦμεν` 意为“认为合理”或“认为应当”,后接不定式 `λαβεῖν`,意为“我们自己至少不认为擅自做出(承担)这一决定是合理的(即使我们拥有此等全权)”。
  3. 1244ὅσων μέλλοι σπέρμα κακῶν βαλεῖν — 代词 `ὅσων` 修饰 `κακῶν`,构成间接疑问从句,作为 `προλέγων`(“预言”)的宾语。由于主句描述过去的历史,`μέλλοι` 使用了斜格希求式。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.88.1-6.88.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.88.1-6.88.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。