§6.86.1ἔοικέ πως ἀνθρωπείῳ σώματι πόλις.
国家在某种程度上与人的身体相似。
σύνθετον γὰρ καὶ ἐκ πολλῶν μερῶν ἐστιν ἑκάτερον· καὶ οὔτε δύναμιν ἔχει ἕκαστον τὴν αὐτὴν τῶν ἐν αὐτοῖς μερῶν οὔτε χρείας παρέχεται τὰς ἴσας.
因为这两者都是由许多部分组成的复合体;而且它们之中的每一个部分既不拥有相同的能力,也不提供同等的用处。
§6.86.2εἰ δὴ λάβοι τὰ μέρη τοῦ ἀνθρωπείου σώματος ἰδίαν αἴσθησιν καθʼ αὑτὰ καὶ φωνήν, ἔπειτα στάσις ἐν αὐτοῖς ἐμπέσοι καθʼ ἓν γενομένοις τοῖς ἄλλοις ἅπασι πρὸς τὴν γαστέρα μόνην, καὶ λέγοιεν οἱ μὲν πόδες, ὅτι πᾶν ἐπʼ αὐτοῖς ἐπίκειται τὸ σῶμα· αἱ δὲ χεῖρες, ὅτι τὰς τέχνας ἐργάζονται καὶ τἀπιτήδεια ἐκπορίζουσι καὶ μάχονται πολεμίοις καὶ ἄλλα πολλὰ ὠφελήματα παρέχουσιν εἰς τὸ κοινόν· οἱ δὲ ὦμοι, ὅτι τὰ ἄχθη πάντα ἐπʼ αὐτοῖς κομίζεται· τὸ δὲ στόμα ὅτι φθέγγεται· ἡ δὲ κεφαλή, ὅτι ὁρᾷ καὶ ἀκούει καὶ τὰς ἄλλας αἰσθήσεις περιλαβοῦσα πάσας ἔχει, διʼ ὧν σώζεται τὸ πρᾶγμα· εἶτα φαῖεν πρὸς τὴν γαστέρα· σὺ δʼ, ὦ χρηστή, τί τούτων ποιεῖς ἢ τίς ἐστιν ἡ σὴ χάρις ἡμῖν καὶ ὠφέλεια;
如果人体的各个部分真的获得了各自独立的感知和声音,接着,在所有其他部分联合成一体、针对唯独胃袋一处而发生内讧时,双脚说整个身体都压在它们上面;双手说它们劳作技艺、筹措生活必需品、与敌人作战,并为共同体提供许多其他益处;肩膀说所有的重担都由它们承担;口说它发声;头说它看和听,并且包揽了所有其他的感觉,通过这些感觉使整体得以保存;然后它们对胃袋说:“但是你,好家伙,你做了这些事情中的哪一样,或者你对我们的恩惠和益处是什么?
ἀλλὰ σύ γε τοσοῦτον ἀπέχεις τοῦ πράττειν καὶ συγκατορθοῦν ἡμῖν τι τῶν κοινῇ χρησίμων, ὥστε καὶ ἀντιπράττεις καὶ ἐνοχλεῖς καί, πρᾶγμα ἀφόρητον, ὑπηρετεῖν ἀναγκάζεις καὶ φέρειν ἁπανταχόθεν εἰς τὴν ἐκπλήρωσιν τῶν σεαυτῆς ἐπιθυμιῶν.
相反,你不仅远没有和我们一起做任何对共同体有益的事,反而还与我们作对、增添麻烦,而且——这是不可容忍的事—— 你还强迫我们为你服务,从各处运送东西来满足你自己的欲望。
§6.86.3φέρε, τί οὐ μεταποιούμεθα τῆς ἐλευθερίας, καὶ τῶν πολλῶν ἀφιέμεθα πραγματειῶν, ἃς ἕνεκα ταύτης ὑπομένομεν;
” “来吧,我们为什么不夺回自由,并摆脱那些为了它而忍受的诸多辛劳呢?
εἰ δὴ ταῦτα δόξειεν αὐτοῖς καὶ μηδὲν ἔτι δρῴη τὸ ἑαυτοῦ ἔργον, ἔσθʼ ὅπως ἂν ἐπὶ τὸ πολὺ διαρκέσαι δυνηθείη τὸ σῶμα, ἀλλʼ οὐκ ἂν ἐντὸς ὀλίγων ἡμερῶν τῷ κακίστῳ τῶν μόρων ἀναλωθείη, λιμῷ;
”如果它们真的如此决定,并且不再履行各自的职责,身体有什么办法能长久维持下去,而不是在几天之内被最悲惨的命运——饥饿所消耗殆尽呢?
οὐκ ἂν ἔχοι ἄλλως τις εἰπεῖν.
没人能说出别的话来。
§6.86.4τὸν αὐτὸν δὴ τρόπον ὑπολάβετε καὶ περὶ πόλεως.
对于国家,你们也请用完全相同的方式来理解。
πολλὰ γὰρ δὴ τὰ συμπληροῦντα καὶ ταύτην ἔθνη καὶ οὐδὲν ἀλλήλοις ἐοικότα, ὧν ἕκαστον ἰδίαν τινὰ τῷ κοινῷ χρείαν ὥσπερ τὰ μέλη τῷ σώματι παρέχεται.
因为确实有许多阶层组成了国家,并且彼此毫不相似,其中每一个阶层都向共同体提供某种特殊的用处,就像人体各部分对身体一样。
οἱ μὲν γὰρ τοὺς ἀγροὺς γεωργοῦσιν, οἱ δὲ μάχονται περὶ αὐτῶν πρὸς τοὺς πολεμίους, οἱ δʼ ἐμπορεύονται πολλὰς διὰ θαλάσσης ὠφελείας, οἱ δὲ τὰς ἀναγκαίας ἐργάζονται τέχνας.
因为一些人耕种田地,另一些人为了田地与敌人作战,另一些人通过海洋输入许多利益,还有一些人从事必要的技艺。
εἰ δὲ πάντα τὰ ἔθνη ταῦτα πρὸς τὴν βουλὴν τὴν ἐκ τῶν ἀρίστων συνηγμένην διαστασιάσειε καὶ λέγοι· σὺ δʼ ἡμῖν, ὦ βουλή, τί ποιεῖς ἀγαθὸν καὶ ἀντὶ ποίας αἰτίας ἄρχειν τῶν ἄλλων ἀξιοῖς;
如果所有这些阶层都针对由最优秀者集结而成的元老院发起叛乱,并说:“但是你,元老院啊,你为我们做了什么好事,凭什么理由要求统治他人?
οὐθὲν γὰρ ἂν εἰπεῖν ἔχοις· ἔπειτʼ οὐκ ἀπαλλαγησόμεθά σου τῆς τυραννίδος ταύτης ἤδη ποτὲ καὶ δίχʼ §6.86.5ἡγεμόνος οἰκήσομεν;
因为你什么也说不出来;那我们为什么不立即摆脱你这统治,从此在没有领导者的情况下生活呢?
εἰ δὴ ταῦτα διανοηθέντες τῶν συνήθων ἐπιτηδευμάτων ἀποσταῖεν, τί κωλύσει ταύτην κακὴν κακῶς ἀπολέσθαι τὴν πόλιν ὑπὸ λιμοῦ τε καὶ πολέμου καὶ παντὸς ἄλλου κακοῦ;
” 如果他们这样想,并放弃了日常的职业,有什么能阻止这个国家因饥饿、战争和所有其他灾难而悲惨地彻底灭亡呢?
μαθόντες οὖν, ὦ δημόται, ὅτι καθάπερ ἐν τοῖς σώμασιν ἡμῶν ἡ λοιδορουμένη κακῶς ὑπὸ τῶν πολλῶν γαστὴρ τρέφει τὸ σῶμα τρεφομένη καὶ σώζει σωζομένη, καὶ ἔστιν ὡσεί τις ἑστίασις κοινὴ τὸ πρόσφορον ἁπάντων καὶ τῆς διαλλαγῆς αἴτιον ἀποδιδοῦσα, οὕτως ἐν ταῖς πόλεσιν ἡ διοικοῦσα τὰ κοινὰ καὶ τοῦ προσήκοντος ἑκάστῳ προνοουμένη βουλὴ πάντα σώζει καὶ φυλάττει καὶ ἐπανορθοῖ, παύσασθε τὰς ἐπιφθόνους κατʼ αὐτῆς φωνὰς λέγοντες, ὡς ἐξεβλήθητε τῆς πατρίδος καὶ ὡς ἀλῆται καὶ πτωχοὶ περιέρχεσθε διʼ αὐτήν.
因此,公民们,既然你们已经明了,正如在我们的身体中,那被众多部分百般辱骂的胃袋,在自身获得滋养的同时也滋养了身体,在自身得到保护的同时也救助了身体,并且它就像是一个共同的宴席,分发适合所有人的营养并成为调和的原因;同样,在国家中,管理公共事务并为每个人提供适当关怀的元老院,也保存、守护并纠正着一切。 请停止对它说那些嫉妒的非难之词,说你们被赶出了祖国,以及因为元老院的缘故,你们作为流浪者和乞丐四处走动。
οὐδὲν γὰρ ὑμᾶς εἴργασται δεινὸν οὐδʼ ἂν ἐργάσαιτο, ἀλλʼ αὐτὴ καλεῖ καὶ ἀντιβολεῖ καὶ τὰς ψυχὰς ὑμῖν ἅμα ταῖς πύλαις ἀναπετάσασα ὑποδέχεται.
因为元老院没有对你们做过任何可怕的事,也绝不会做,相反,它正在呼唤和恳求你们,并在敞开城门的同时,也向你们敞开心扉来接纳你们。