§6.8.1εἰ δέ τινες ὑμῶν ταῦτα μὲν ὀρθῶς εἰρῆσθαι νομίζουσιν, ὀρρωδοῦσι δὲ τὸ τῶν ἀντιπολεμίων πλῆθος, βραχείᾳ διδαχῇ μαθέτωσαν τὰ μὴ δεινὰ δεδιότες, μᾶλλον δʼ ἀναμνήσει·
但是,如果你们中有人认为这些话是正确的,却又害怕敌人的数量,那么就让他们通过简短的教导,或者更确切地说是通过回忆,来明白他们是在惧怕那些不该惧怕的事物。
πρῶτον μὲν ἐνθυμηθέντες, ὅτι πλεῖόν ἐστιν ἐν αὐτοῖς τὸ ἠναγκασμένον τὰ ὅπλα καθʼ ἡμῶν ἀναλαβεῖν, ὡς ἐκ πολλῶν ἡμῖν ἔργων τε καὶ λόγων ἐδήλωσε, τὸ δʼ ἑκούσιόν τε καὶ ἐκ προθυμίας ὑπὲρ τῶν τυράννων ἀγωνιζόμενον πάνυ ὀλίγον, μᾶλλον δὲ πολλοστὸν μέρος τι τοῦ ἡμετέρου·
首先要记住的是,在他们之中,被迫拿起武器对抗我们的人占了多数——正如许多行动和言语向我们表明的那样——而为了僭主自愿且热心地战斗的人极少,甚至只是我们力量的极小一部分。
ἔπειθʼ ὅτι τοὺς πολέμους ἅπαντας οὐχ οἱ πλείους τοῖς ἀριθμοῖς κατορθοῦσιν, ἀλλʼ οἱ κρείττους ἀρετῇ.
其次,决定所有战争胜负的,并不是在数量上占优势的人,而是在勇气上更胜一筹的人。
§6.8.2πολὺ ἂν ἔργον εἴη παραδείγματα φέρειν, ὅσα βαρβάρων τε καὶ Ἑλλήνων στρατεύματα ὑπερβαλόντα πλήθει μικραὶ πάνυ κατηγωνίσαντο δυνάμεις, οὕτως ὥστε μηδὲ πιστοὺς εἶναι τοῖς πολλοῖς τοὺς περὶ αὐτῶν λόγους.
要举出野蛮人和希腊人的多少军队虽然在数量上占绝对优势,却被极小的力量击败,以至于关于他们的传说连大多数人都不敢相信的例子,那将是一件极其繁重的工作。
ἐῶ τἆλλα·
其余的事我姑且不论。
ἀλλʼ ὑμεῖς αὐτοὶ πόσους κατωρθώκατε πολέμους μετʼ ἐλάττονος ἢ ὅσης νῦν ἔχετε δυνάμεως μείζοσιν ἢ τοσαύταις παρασκευαῖς πολεμίων ἀντιταχθέντες;
但是你们自己,在面对如此庞大或更庞大的敌人装备时,曾以比现在更小的力量成功赢得了多少场战争?
φέρε, ἀλλὰ τοῖς μὲν ἄλλοις φοβεροὶ διατελεῖτε ὄντες ὧν ἐκρατεῖτε μαχόμενοι, Λατίνοις δʼ ἄρα τούτοις καὶ τοῖς συμμάχοις αὐτῶν Οὐολούσκοις εὐκαταφρόνητοι, διὰ τὸ μὴ πειραθῆναί ποτε αὐτοὺς τῆς ὑμετέρας μάχης;
且慢,难道你们对那些在战斗中被你们征服的其他人来说始终是可怕的,而对这些拉丁人以及他们的盟友沃尔斯奇人来说却是容易被藐视的,仅仅因为他们从未体验过你们的战斗?
ἀλλὰ πάντες ἴστε, ὅτι ταῦτʼ ἀμφότερα τὰ ἔθνη πολλαῖς ἐνίκων μάχαις οἱ πατέρες ἡμῶν.
不,你们所有人都知道,我们的父辈在许多次战斗中打败了这两个民族。
§6.8.3ἆρʼ οὖν λόγον ἔχει τὰ μὲν τῶν κρατηθέντων πράγματα ἐπὶ ταῖς τοιαύταις συμφοραῖς κρείττονα εἶναι, τὰ δὲ τῶν κεκρατηκότων ἐπὶ ταῖς τηλικαύταις εὐπραγίαις χείρονα;
那么,难道在遭受如此灾难之后,被征服者的处境反而变好,而征服者在获得如此巨大的成功之后,处境反而变坏,这合乎情理吗?
καὶ τίς ἂν τοῦτο φήσειε νοῦν ἔχων;
任何有理智的人,谁会这么说呢?
θαυμάσαιμι δʼ ἄν, εἴ τις ὑμῶν τὸ μὲν τῶν πολεμίων πλῆθος, ἐν ᾧ βραχὺ τὸ γενναῖόν ἐστιν, ὀρρωδεῖ, τῆς δʼ οἰκείας δυνάμεως οὕτω πολλῆς καὶ ἀγαθῆς οὔσης καταφρονεῖ, ἧς οὔτʼ ἀρετῇ κρείττων οὔτʼ ἀριθμῷ πλείων συνηνέχθη ποτὲ ἡμῖν ἐν οὐδενὶ τῶν πρὸ τούτου πολέμων δύναμις.
然而,我将感到十分惊异,如果你们有人害怕那几乎没有高尚之士的敌人数量,却轻视我们自身如此强大且优良的力量。 在以前的任何战争中,从未有任何在勇气上更优秀或在数量上更多的军队与我们相抗衡。