§6.73.1ἡμᾶς, ὦ Οὐαλέριε, πολλὰ μὲν καὶ ἄλλα τὰ κωλύοντά ἐστιν ἀποθεμένους τὰ ὅπλα ἐφʼ ὑμῖν γενέσθαι, τρία δὲ τὰ μέγιστα καὶ τὰ φανερώτατα.
瓦莱里乌斯啊,阻碍我们放下武器并听凭你们发落的事情还有很多,但其中最重大、最明显的有三点。
πρῶτον μέν, ὅτι ἐγκαλοῦντες ἡμῖν ὡς ἡμαρτηκόσιν ἥκετε καὶ ἐν εὐεργεσίας οἴεσθε μέρει διδόναι τὴν κάθοδον· ἔπειθʼ, ὅτι οὐδὲν ὑποδηλοῦτε παρακαλοῦντες ἐπὶ τὰς διαλλαγάς, ἐφʼ οἷς αὐτὰς δικαίοις καὶ φιλανθρώποις ποιησόμεθα· τὸ δὲ τελευταῖον, ὅτι βέβαιον ἡμῖν, ὧν ἂν ὑπόσχησθε, οὐδέν ἐστιν, ἀλλὰ πολλάκις ἐξαπατῶντες τε καὶ φενακίζοντες ἡμᾶς διατετελέκατε.
第一,你们把我们当作犯了错的人来指责,并且以为允许我们回归是一种恩惠;第二,你们在劝导我们和解时,却完全不透露我们将基于何种正当且宽容的条件进行和解;最后,在你们可能承诺的事物中,没有任何事情对我们是有保障的,相反,你们已经多次欺骗并愚弄了我们。
§6.73.2ἐρῶ δʼ ὑπὲρ ἑκάστου χωρὶς ἀπὸ τοῦ δικαίου ἀρξάμενος· καὶ γὰρ ἰδίᾳ τε καὶ ἐν κοινῷ λέγοντας ἀπὸ τοῦ δικαίου χρὴ ἄρχεσθαι.
我将从正义开始,分别就每一项进行阐述;因为无论私下还是公开,发言者都应该从正义开始。
ἡμεῖς τοίνυν εἰ μέν τι ἀδικοῦμεν ὑμᾶς, οὐδὲν δεόμεθα οὔτʼ ἀδείας οὔτʼ ἀμνηστίας· καίτοι γε οὐκ ἀξιοῦμεν οὐδὲ κοινωνεῖν ἔτι τῆς πόλεως, ἀλλʼ ἐπιμενοῦμεν, ὅποι ποτʼ ἂν ἡμᾶς ἄγῃ τὸ χρεών, τῇ τύχῃ καὶ δαίμοσιν ἐπιτρέψαντες ἡγεμόσιν.
因此,如果我们对你们犯有任何不义,我们根本不需要免责,也不需要赦免;然而,我们甚至不再要求继续分享这个城邦,而是将自己托付给命运和神灵作为引导者,无论必然的命运将我们带向何方,我们都将坚持下去。
εἰ δʼ ἀδικούμενοι πρὸς ὑμῶν ταύτης ἠναγκάσμεθα τῆς τύχης πειραθῆναι, ἐν ᾗ ἔσμεν, τί οὐχ ὁμολογεῖτε κακοὶ περὶ ἡμᾶς αὐτοὶ γενόμενοι συγγνώμης δεῖσθαι καὶ ἀμνηστίας;
但如果是因为受到你们的侵害,我们才被迫去经历我们如今所处的这种命运,那么,你们自己对我们犯下了恶行,为什么不承认自己需要宽恕和赦免呢?
νῦν δʼ, ἣν αἰτεῖσθε, ταύτην διδόναι λέγετε, καὶ ἧς ἀφεῖσθαι ζητεῖτε ὀργῆς, ταύτης ὡς ἀφιέντες μεγαληγορεῖτε, συγχέοντες τὴν τῆς ἀληθείας φύσιν καὶ τὴν τῶν δικαίων ἀξίωσιν ἀναστρέφοντες.
然而现在,你们却说在给予你们本该请求的宽恕,并且对于你们自己渴望免除的愤怒,你们却大言不惭地表现得像是你们在宽免一样,混淆了真理的本质,颠倒了正义的要求。
§6.73.3ὅτι δʼ οὐκ ἀδικεῖσθε, ἀλλʼ ἀδικεῖτε, καὶ πολλὰ καὶ μεγάλα εὐεργετηθέντες ὑπὸ τοῦ δήμου, τὰ μὲν εἰς τὴν ἐλευθερίαν, τὰ δʼ εἰς τὴν ἡγεμονίαν, οὐ καλὰς ἀποδεδώκατε αὐτῷ τὰς ἀμοιβάς, μάθετε·
请你们明白,你们并不是受害者,而是施害者,而且平民曾向你们施予了许多重大的恩惠——一些有助于你们的自由,另一些则有助于你们的霸权——你们却没有给予平民美好的回报。
ποιήσομαι δʼ ἀφʼ ὧν ἴστε καὶ αὐτοὶ πραγμάτων τοὺς λόγους, καὶ πρὸς θεῶν, ἐάν τι ψεῦδος εἴπω, μὴ ἀνάσχησθε, ἀλλʼ εὐθὺς ἐλέγχετε.
我将根据你们自己也知道的事实来展开论述,奉神明之名,如果我说了一句谎话,请不要容忍,立即当面反驳。