§6.74.1ἡμῖν τὸ ἀρχαῖον πολίτευμα ἦν μοναρχία, καὶ μέχρι γενεᾶς ἑβδόμης ταύτῃ χρώμενοι διετελέσαμεν τῇ πολιτείᾳ, καὶ παρὰ πάσας τὰς ἡγεμονίας ταύτας οὐδὲν ὁ δῆμος ἠλαττώθη πώποτε ὑπὸ τῶν βασιλέων καὶ πάντων ἥκιστα ὑπὸ τῶν τελευταίων· ἐῶ γὰρ λέγειν, ὅτι πολλὰ καὶ μεγάλα ἀγαθὰ ἐκ τῆς ἀρχῆς αὐτῶν ἐκαρπώσατο.
我们古代的国体是君主制,直到第七代我们都一直采用这种政体;在所有这些统治期间,平民从未受到国王们的任何削弱或侵害,尤其是在最后几代国王的统治下,受到的侵害最少;至于平民从他们的统治中获得了许多重大的益处,我就不在这里赘述了。
§6.74.2χωρὶς γὰρ τῆς ἄλλης αὐτῶν θεραπείας, ᾗ κολακεύοντας αὐτὸν οἰκεῖον μὲν σφίσιν, ἐχθρὸν δʼ ὑμῖν ἐβούλοντο εἶναι, ὃ ποιοῦσιν ἅπαντες οἱ τυραννικῶς ἐξάγοντες τὰς δυναστείας, κρατήσαντες πολέμῳ μακρῷ Συέσσης, πόλεως πάνυ εὐδαίμονος, ἐξὸν αὐτοῖς μηδενὶ κοινωνῆσαι τῶν λαφύρων, ἀλλʼ αὐτοὶ κατασχεῖν καὶ πάντας ὑπερβαλέσθαι πλούτῳ βασιλεῖς, οὐκ ἠξίωσαν, ἀλλὰ φέροντες εἰς μέσον ἔθηκαν ἅπασαν τὴν ὠφέλειαν· ὥσθʼ ἡμᾶς χωρὶς ἀνδραπόδων καὶ βοσκημάτων καὶ τῆς ἄλλης κτήσεως πολλῆς οὔσης καὶ καλῆς ἀργυρίου πέντε μνᾶς κατʼ ἄνδρα διανείμασθαι.
因为除开他们对平民的其他讨好(借此他们试图向平民献媚以使平民倒向自己并与你们为敌,这也是所有实行僭主统治的人通常会做的事),在经过长期战争攻占了极其富庶的城市苏埃萨时,他们本可以不与任何人分享战利品,而是自己占有并使自己在财富上超越所有的国王,但他们没有这样做,而是将全部收益公开拿出来,以至于我们每个人除奴隶、牲畜和其他极其丰厚的财产外,还分到了五明纳银子。
§6.74.3ὧν ἡμεῖς ἀμελήσαντες, ἐπειδὴ τυραννικώτερον ἐχρῶντο ταῖς ἐξουσίαις οὐκ εἰς τὸν δῆμον πλημμελοῦντες, ἀλλʼ εἰς ὑμᾶς, δυσανασχετοῦντες ἐπὶ τοῖς γινομένοις τῆς μὲν τῶν βασιλέων εὐνοίας ἀπέστημεν, ὑμῖν δὲ προσεθέμεθα· καὶ συνεπαναστάντες αὐτοῖς μεθʼ ὑμῶν οἵ τʼ ἐν τῇ πόλει καὶ οἱ ἐπὶ στρατοπέδου τοὺς μὲν ἐξηλάσαμεν, ὑμῖν δὲ φέροντες ἀνεθήκαμεν τὴν ἐκείνων ἀρχήν.
我们不顾这些恩惠,当他们以更加僭越的方式行使权力时(他们并非对平民犯下罪行,而是对你们),我们对所发生的事情感到愤慨,放弃了对国王们的好意,转而投向了你们;无论是城里的平民还是军营里的平民,都与你们一同起义反抗他们,将他们驱逐出去,并将他们的统治权拱手奉献给你们。
πολλάκις τε γενόμενον ἐφʼ ἡμῖν μεταθέσθαι πρὸς τοὺς ἐξελασθέντας τὰς μεγάλας δωρεάς, ἃς ὑπέτεινον ἡμῖν, ἵνα δὴ τὸ πρὸς ὑμᾶς πιστὸν ἐγκαταλίπωμεν, οὐχ ὑπεμείναμεν, ἀλλὰ πολλοὺς καὶ μεγάλους καὶ συνεχεῖς πολέμους καὶ κινδύνους διʼ ὑμᾶς ἀνηντλήσαμεν· καὶ μέχρι τοῦ παρόντος ἔτος ἑπτακαιδέκατον ἤδη τριβόμεθα πᾶσιν ἀνθρώποις μαχόμενοι περὶ τῆς κοινῆς ἐλευθερίας.
而且,尽管多次可以由我们决定,去投奔那些为了让我们背叛对你们的忠诚而向我们开出巨额赏赐的被逐者,但我们没有妥协,反而为了你们承担了许多重大且连绵不断的战争与危险;直到现在,已经是第十七个年头,我们仍在为了共同的自由与所有人战斗,并为此耗尽心力。
§6.74.4ἀκαταστάτου μὲν γὰρ ἔτι τῆς πολιτείας οὔσης· οἷα γίγνεσθαι φιλεῖ περὶ τὰς μεταβολὰς τὰς αἰφνιδίως γιγνομένας· δυσὶ ταῖς ἐπιφανεστάταις πόλεσι Τυρρηνῶν, Ταρκυνιήταις τε καὶ Οὐιεντανοῖς κατάγειν βουλομένοις τοὺς βασιλεῖς μεγάλῃ στρατιᾷ, παρακινδυνεύσαντες ὀλίγοι πρὸς πολλοὺς διηγωνίσμεθα, καὶ μεγίστην ἀποδειξάμενοι προθυμίαν τούς τʼ ἀντιταχθέντας μάχῃ νικήσαντες ἀπεωσάμεθα, καὶ τῷ περιόντι τῶν ὑπάτων διεσώσαμεν τὴν ἀρχήν.
因为当国体尚不稳定之时(这在突然发生的变革中是常有的事),在伊特鲁里亚人最显赫的两座城市——塔奎尼和维伊试图以大军迎回国王们的时候,我们以寡敌众、冒险奋战到底,展现出极大的热忱,在战斗中击败并击退了对手,为幸存的执政官保全了统治权。
§6.74.5οὐ πολλοῖς δὲ χρόνοις ὕστερον Πορσίναν Τυρρηνῶν βασιλέα κατάγειν καὶ αὐτὸν ἀξιοῦντα τοὺς φυγάδας τῇ τʼ ἐξ ἁπάσης Τυρρηνίας, ἣν αὐτὸς ἐπήγετο, δυνάμει καὶ ταῖς ὑπʼ ἐκείνων ἐκ πολλοῦ συναχθείσαις, οὐκ ἔχοντες ἀξιόμαχον χεῖρα καὶ διὰ τοῦτο κατακλεισθέντες εἰς πολιορκίαν τε καὶ ἀμηχανίαν καὶ παντὸς πράγματος ἀπορίαν, τῷ πάντα ὑπομεῖναι τὰ δεινὰ φίλον γενόμενον ἠναγκάσαμεν ἀπελθεῖν.
此后没过多少时间,当伊特鲁里亚国王波塞那也认为应该迎回流亡者,并率领他所引导的来自整个伊特鲁里亚的军队,以及那些流亡者早已纠集的部队前来时,我们因为没有足够与之匹敌的兵力,因而被围困在包围之中,陷入束手无策和一切物资匮乏的境地,但通过忍受一切可怕的灾难,我们迫使他与我们讲和并离去。
§6.74.6τὰ δὲ τελευταῖα τρίτον κάθοδον τῶν βασιλέων παρασκευασαμένων διὰ τοῦ Λατίνων ἔθνους καὶ τριάκοντα πόλεις ἐπαγομένων, ἀντιβολοῦντας ὑμᾶς ὁρῶντες καὶ ὀλοφυρομένους καὶ ἕνα ἕκαστον ἐπιβοώμενον ἑταιρίας τε καὶ συντροφίας καὶ ὁμαιχμίας ἀναμιμνήσκοντας οὐχ ὑπεμείναμεν ἐγκαταλιπεῖν· ἡγησάμενοι δὲ κάλλιστον εἶναι καὶ λαμπρότατον ἀγῶνα τὸν ὑπὲρ ὑμῶν ὁμόσε τοῖς δεινοῖς ἐχωρήσαμεν, μέγιστον δὴ κινδύνων ἀναρρίψαντες ἐκεῖνον, ἐν ᾧ πολλὰ μὲν τραύματα λαβόντες, πολλὰ δὲ σώματα συγγενῶν τε καὶ ἑταίρων καὶ ὁμοσκήνων ἀποβαλόντες, ἐνικήσαμεν τοὺς πολεμίους καὶ τοὺς ἡγεμόνας αὐτῶν ἀπεκτείναμεν καὶ τὴν βασιλικὴν συγγένειαν ἅπασαν διεφθείραμεν.
最后,当国王们试图通过拉丁民族筹备第三次归国,并拉拢了三十个城市时,我们看到你们哀求、哭诉,呼唤着我们中的每一个人,让我们回忆起彼此的友谊、共同成长和同袍之情,我们不忍心抛弃你们;我们认为为了你们而战是最美好、最辉煌的斗争,于是迎着危险而上,冒了那最大的风险,在那场战斗中,我们虽受了许多伤,失去了许多亲人、朋友以及同帐战友的生命,但我们最终击败了敌人,杀死了他们的领袖,消灭了所有王室亲族。