Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.72.1-6.72.5

卢基乌斯·尤尼乌斯·布鲁图斯开始演讲

第 478 段,共 962 段 · 希腊语

内容简介

在瓦莱里乌斯演讲之后,西基尼乌斯促请大家自由讨论,随后自称布鲁图斯的卢基乌斯·尤尼乌斯上前发表讲演,以唤醒因惧怕贵族而保持沉默的平民。

§6.72.1παυσαμένου δὲ τοῦ Οὐαλερίου παρελθὼν ὁ Σικίννιος οὐκ ἐξ ἑνὸς ἔφη δεῖν λόγου τὸ συμφέρον ἐξετάζειν τοὺς εὖ βουλευομένους, ἀλλʼ ὑποτίθεσθαι τὸν ἐναντίον αὑτοῖς λόγον, ἄλλως τε καὶ περὶ τηλικούτων πραγμάτων σκοποῦντας· ἠξίου τε λέγειν πρὸς ταῦτα τοὺς βουλομένους ἅπασαν αἰδῶ καὶ εὐλάβειαν ἀποθεμένους· οὐ γὰρ ἐπιτρέπειν τὰ πράγματα σφίσιν εἰς τὰς τοιαύτας ἀνάγκας κατακεκλεισμένοις οὔτʼ ὄκνῳ οὔτʼ §6.72.2αἰσχύνῃ εἴκειν.
当瓦莱里乌斯发言结束,西基尼乌斯上前说道,凡是进行英明决策的人,不应仅凭单一的论点来审视何为有利,而应假设与自己相反的观点,尤其是在考虑如此重大的事务时;他要求凡是希望发言的人都应放下所有的顾虑与戒备,针对这些提议发表意见;因为在他们被困于如此困境之中时,形势决不允许他们屈服于迟疑或羞耻。
σιωπῆς δὲ γενομένης ἐπειδὴ πάντες εἰς ἀλλήλους ἀπέβλεπον ἐπιζητοῦντες τὸν ὑπὲρ τοῦ κοινοῦ λέξοντα, ἐφαίνετο δʼ οὐδείς· ὁ γὰρ Σικίννιος τοῖς αὐτοῖς πολλάκις ἐχρῆτο λόγοις· παρέρχεται κατὰ τὰς ὑποσχέσεις Λεύκιος Ἰούνιος ἐκεῖνος ὁ βουλόμενος ἐπικαλεῖσθαι Βροῦτος καὶ τυχὼν ἐπισημασίας παρὰ τοῦ §6.72.3πλήθους ἀθρόας τοιαύτην διέθετο δημηγορίαν· τὸ δέος ὑμᾶς, ὦ δημόται, τὸ τῶν πατρικίων ἐντετηκὸς ἔτι ταῖς ψυχαῖς ἐκπλήσσειν ἔοικε, καὶ διὰ τοῦτο τεταπεινωμένοι φέρειν τοὺς λόγους εἰς μέσον, οἷς εἰώθατε χρῆσθαι πρὸς ἀλλήλους, ὀκνεῖτε.
现场陷入一片沉默,当大家面面相觑,寻找能代表公众发言的人,却无一出现时(因为西基尼乌斯一再重复同样的话),那个自封为布鲁图斯的卢基乌斯·尤尼乌斯按照先前的承诺上前,并获得了群众一致的欢呼支持,发表了如下的演说:“公民们,你们对贵族的恐惧似乎依然渗透在你们的心灵中并使你们退缩,因此你们变得卑微,不敢在公开场合说出你们平时私下里交谈的话。
οἴεται δʼ ἴσως ἕκαστος ὑμῶν τὸν πλησίον ὑπὲρ τοῦ κοινοῦ λέξειν, καὶ πάντας μᾶλλον, εἴ τι κινδύνευμά ἐστιν, ὑπομενεῖν, αὐτὸς δʼ ἐν τῷ ἀσφαλεῖ βεβηκώς, ὅ τι ἂν ἐκ τοῦ τολμηροῦ χρηστὸν περιγένηται, τούτου τὸ μέρος ἕξειν ἀδεῶς· κακῶς εἰδώς.
你们每个人也许都以为邻人会代表公众发言,而一旦有任何危险,其他所有人都会去承担,而他自己则置身于安全境地,无忧无虑地分享从勇敢行动中带来的好处;这真是大错特错。
εἰ γὰρ ἅπαντες τοῦτο ὑπολάβοιμεν, ἡ καθʼ ἕνα ὑμῶν ἕκαστον ἀτολμία κοινὴ πᾶσιν ἔσται βλάβη, καὶ ἐν ᾧ τὸ ἴδιόν τις ἀσφαλὲς ἀποσκοπεῖ §6.72.4τὸ μετὰ πάντων κοινὸν ἀπολεῖ.
因为如果我们大家都这样想,你们每个人的怯懦就会成为全体共同的危害,而当某人只顾及自己个别安全的同时,他将毁掉所有人共同的事物。
ἀλλʼ εἰ καὶ μὴ πρότερον ἔγνωτε, ὅτι λέλυται τὸ δέος ὑμῶν καὶ τὸ ἐλεύθερον ἅμα τοῖς ὅπλοις βεβαίως ἔχετε, νῦν γʼ ἤδη μάθετε διδασκάλοις χρησάμενοι τούτοις.
但是,即使你们以前不知道你们的恐惧已经消除,而且你们正与武器一同牢牢握有自由,现在也请以这些人(使节)为教师来学会这一点。
οἱ γὰρ ὑπερήφανοι καὶ βαρεῖς οὐκ ἐπιτάττοντες ὑμῖν ὡς πρότερον ἥκουσιν οὐδʼ ἀπειλοῦντες, ἀλλὰ δεόμενοι καὶ παρακαλοῦντες, ἐπὶ τὰ ὑμέτερα ὑμᾶς κατιέναι, καὶ ὡς ἐλευθέροις ἐξ ἴσου ἤδη ἄρχονται ὁμιλεῖν.
因为那些傲慢而专横的人,这次来并不是像以前那样命令你们或威胁你们,而是恳求并劝告你们回到自己的家园,并且已经开始像对待自由人一样平等地与你们交往。
τί οὖν ἔτι καταπέπληχθε αὐτοὺς καὶ σιωπᾶτε, ἀλλʼ οὐκ ἐλεύθερα φρονεῖτε καὶ διαρρήξαντες ἤδη ποτὲ τοὺς χαλινοὺς λέγετε εἰς τὸ κοινόν, ἃ πεπόνθατε πρὸς αὐτῶν;
那么,为什么你们还要对他们感到畏惧并保持沉默,而不去像自由人那样思考,并终于扯断缰绳,向公众说出你们从他们那里所遭受的痛苦呢?
ὦ σχέτλιοι, §6.72.5τί δεδοίκατε;
可怜的人们啊,你们在害怕什么?
μή τι πάθητε ἡγεμόνι τῆς ἐλευθεροστομίας ἐμοὶ χρώμενοι;
难道害怕让我作为你们直言不讳的领袖,会让你们遭受什么祸害吗?
κινδυνεύσω γὰρ ὑπὲρ ὑμῶν εἰπεῖν τὰ δίκαια μετὰ παρρησίας ἐγὼ πρὸς αὐτοὺς καὶ οὐδὲν ἀποκρύψομαι.
因为我将冒着危险,代表你们向他们坦率地直言正义,绝不隐瞒任何事情。
καὶ ἐπειδὴ Οὐαλέριος οὐδὲν ἔφησεν εἶναι τὸ κωλῦον ἀναστρέφειν ὑμᾶς ἐπὶ τὰ οἰκεῖα τῆς βουλῆς διδούσης τὴν κάθοδον καὶ προσεψηφισμένης τὸ μὴ μνησικακεῖν, ταῦτʼ ἀποκρινοῦμαι πρὸς αὐτόν, ἅπερ ἐστὶν ἀληθῆ καὶ ἀναγκαῖα εἰρῆσθαι.
既然瓦莱里乌斯说,鉴于元老院已经准许你们重返家园并追加决议既往不咎,已经没有任何障碍阻止你们回到自己的家园,那么我将针对他,做出这些真实且必须阐明的回答。 ”

词汇与语法注释

  1. 6.72.1οὐκ ἐξ ἑνὸς ἔφη δεῖν λόγου τὸ συμφέρον ἐξετάζειν τοὺς εὖ βουλευομένους — 由间接引语动词 `ἔφη` 引导的不定式从句。非人称动词 `δεῖ` 的不定式形式 `δεῖν` 的主格(宾格主语)为 `τοὺς εὖ βουλευομένους`,它进一步支配不定式 `ἐξετάζειν`。`ἐξετάζειν` 的直接宾语是中性冠词与分词构成的 `τὸ συμφέρον`(有利的事物)。
  2. 6.72.1οὐ γὰρ ἐπιτρέπειν τὰ πράγματα σφίσιν ... εἴκειν — 处于 `ἔφη` 支配下的间接引语中的不定式从句。`ἐπιτρέπειν` 的主语(宾格)为 `τὰ πράγματα`(形势,事态),而与格代词 `σφίσιν`(他们自己,指平民)充当其支配的不定式 `εἴκειν`(屈服)的逻辑主语。合起来意为“因为形势不容许他们屈服”。
  3. 1204κακῶς εἰδώς — 字面意思是“糟糕地知道”,此处作为习惯用语,意为“大错特错”或“抱有严重的误解”。主格单数阳性分词 `εἰδώς` 与前一句的主语 `ἕκαστος`(每个人)相呼应。
  4. 6.72.5μή τι πάθητε — 响应前句的疑问 `τί δεδοίκατε;`(你们在害怕什么?),由 `μή` 引导的表示担忧或惧怕的虚拟语气从句。动词 `πάθητε` 是 `πάσχω` 的第二人称复数不定过去时虚拟语气,表达说话者反问式的担忧:“难道你们害怕会遭受什么……?”

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.72.1-6.72.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.72.1-6.72.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。