Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.67.1-6.67.2

元老院与民众的召集及梅内尼乌斯的使节提案

第 473 段,共 962 段 · 希腊语

内容简介

执政官在指定的日子召集民众和元老院;面对动摇的贵族和大批聚集的群众,他们首先邀请梅内尼乌斯发言,后者提议迅速向离叛者派遣具有全权的和解使节团。

§6.67.1ταῦτʼ εἰπόντες διέλυσαν τὸν σύλλογον·
说完了这些,他们便散会了。
ταῖς δʼ ἑξῆς ἡμέραις παραγγεῖλαι κελεύσαντες ἅπασι τοῖς κατὰ τοὺς ἀγροὺς καὶ τὰ φρούρια παρεῖναι καὶ τῇ βουλῇ προαγορεύσαντες ἥκειν εἰς τὴν αὐτὴν ἡμέραν, ἐπειδὴ κατέμαθον ὄχλου μεστὴν οὖσαν τὴν πόλιν καὶ τὰς γνώμας τῶν πατρικίων ἐξηττωμένας τῶν δεήσεων, ἃς ἐποιοῦντο σὺν οἰμωγῇ καὶ ὀδυρμῷ πατέρες τε καὶ παιδία νήπια τῶν ἀποστατῶν, τῇ κυρίᾳ τῶν ἡμερῶν ἐξῄεσαν ἐπὶ τὴν ἀγορὰν στενοχωρουμένην ἐκ §6.67.2πολλῆς ἔτι νυκτὸς ἅπασαν ὄχλῳ παντοδαπῷ.
在随后的几天里,他们下令向田野和要塞中的所有人宣布前来聚集,并预先通知元老院在同一天集会。 当他们察觉到城市里挤满了人群,且贵族们的心意正在向那些离叛者的父亲和幼童伴随着哀号和痛哭所作的哀求屈服时,在指定的日子,他们便前往广场,而那广场已自深夜起就已被各种各样的人群挤得水泄不通。
καὶ παρελθόντες ἐπὶ τὸ ἱερὸν τοῦ Ἡφαίστου, ἔνθα ἦν ἔθος αὐτοῖς τὰς ἐκκλησίας ἐπιτελεῖν, πρῶτον μὲν ἐπῄνεσαν τὸν δῆμον ἐπὶ τῇ σπουδῇ καὶ προθυμίᾳ τῆς κατὰ πλῆθος ἀφίξεως· ἔπειτα παρεκάλεσαν ἐκδέχεσθαι μεθʼ ἡσυχίας, ἕως ἂν γένηται τὸ προβούλευμα τῆς βουλῆς· τοῖς δʼ οἰκείοις τῶν ἀποστατῶν ἀγαθὰς παρῄνουν ἐλπίδας ἔχειν, ὡς οὐ διὰ μακροῦ κομιουμένοις τὰ φίλτατα, καὶ μετὰ τοῦτο παρελθόντες εἰς τὸ συνέδριον αὐτοί τε διελέχθησαν ἐπιεικεῖς καὶ μετρίους λόγους, καὶ τοὺς ἄλλους ἠξίουν χρηστὰς καὶ φιλανθρώπους ἀποδείκνυσθαι γνώμας.
他们来到赫菲斯托斯神庙——那是他们习惯举行民众大会的地方——首先赞扬了民众大批前来的热忱和积极;接着,他们劝告民众静心等待,直到元老院的预议案达成;他们又劝慰离叛者的亲属抱持美好的希望,因为他们不久便能迎回最亲爱的人;此后,他们进入议事厅,自己发表了温和适度的言论,并要求其他人也表明善良和仁慈的意见。
πρῶτον δὲ τῶν ἄλλων ἐκάλουν τὸν Μενήνιον· ὃς ἀναστὰς τοῖς αὐτοῖς ἐχρήσατο λόγοις οἷς καὶ πρότερον ἐπὶ τὰς διαλλαγὰς τὴν βουλὴν παρακαλῶν καὶ γνώμην ἀπεφήνατο τὴν αὐτὴν ἀξιῶν πρεσβείαν ἀποστέλλειν πρὸς τοὺς ἀφεστηκότας διὰ ταχέων αὐτοκράτορα τῶν διαλλαγῶν.
在所有人中,他们首先邀请了梅内尼乌斯;他站起来,使用了与此前劝导元老院达成和解时相同的言辞,并表达了相同的意见,要求迅速向离叛者派遣具有全权处理和解事宜的使节团。

词汇与语法注释

  1. 5ἐκ πολλῆς ἔτι νυκτὸς — 意为“夜还很深时”、“天亮前”的时间表达。介词 ἐκ 表示起点,形容词 πολλῆς 则强调黑夜依然深沉的状态。
  2. 5ὡς οὐ διὰ μακροῦ κομιουμένοις — 伴随连词 ὡς 的与格分词 κομιουμένοις(将来中动态)与前文的与格名词 τοῖς οἰκείοις 一致。ὡς 表达了对预期内容的主观确信根据,表示“相信他们不久便能迎回”的语气。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.67.1-6.67.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.67.1-6.67.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。