Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.68.1-6.68.4

阿庇乌斯独自反对梅内尼乌斯的人和解提议

第 474 段,共 962 段 · 希腊语

内容简介

在元老院会议上,当其他前执政官纷纷赞同梅内尼乌斯的人和解建议时,唯独阿庇乌斯表示强烈反对,坚持其不妥协的立场,并主张对离叛者开战。

§6.68.1μετὰ τοῦτον ἀνίσταντο καλούμενοι καθʼ ἡλικίαν οἱ τὴν ὑπατικὴν ἐσχηκότες ἀρχήν, οἷς ἅπασιν ἐδόκει τῇ Μενηνίου χρῆσθαι γνώμῃ, τέως καθῆκεν ὁ λόγος εἰς τὸν Ἄππιον.
在梅内尼乌斯之后,担任过执政官职位的人们按照年龄顺序被唤起并依次起立,他们全都同意采纳梅内尼乌斯的意见,直到发言权轮到了阿庇乌斯。
ὁ δʼ ἀναστάς, ὁρῶ μέν, ἔφησεν, ὅτι καὶ τοῖς ὑπάτοις ἐστὶ κεχαρισμένον, ὦ βουλή, καὶ τοῖς ἄλλοις ὑμῖν ὀλίγου δεῖν πᾶσι κατάγειν τὸν δῆμον, ἐφʼ οἷς ἂν αὐτὸς ἀξιοῖ· καὶ μόνος ἐξ ἁπάντων ἐγὼ λείπομαι τῶν ἐναντιωθέντων πρὸς τὰς διαλύσεις ἐκείνοις τʼ ἀπεχθὴς διαμένων καὶ ὑμῖν οὐδὲν ἔτι χρήσιμος ὤν.
他站起来说道:“元老院的诸位,我看到,不仅对执政官们,而且对你们中几乎所有的其他人来说,按照平民自己要求的条件迎回他们都是一件令人欣慰的事;而在所有反对和解的人当中,唯独我被留了下来,在他们(平民)面前依然令人厌恶,对你们来说也已毫无用处。
§6.68.2οὐ μὴν διὰ ταῦτά γʼ ἀποστήσομαι τῶν ἐξ ἀρχῆς ἐγνωσμένων οὐδὲ καταλείψω τὴν τάξιν τῆς πολιτείας ἑκών.
然而,我绝不会因为这些原因而放弃我自始至终所坚持的决定,也不会自愿放弃我在国家政体中的岗位。
ὅσῳ δʼ ἂν ἐρημότερος γένωμαι τῶν τὰ αὐτά μοι προελομένων, τοσούτῳ τιμιώτερος ὑμῖν ἔσομαί ποτʼ ἐν χρόνῳ, καὶ περιέσται μοι ζῶντι μὲν ἔπαινος, τελευτήσαντι δʼ ἡ παρὰ τῶν ἐπιγινομένων μνήμη.
那些与我做出相同选择的人们,使我变得越是孤立,随着时间的推移,我在你们眼中的价值就越是珍贵,而在我活着的时候将获得赞美,死后也将获得后世的铭记。
εἴη μὲν οὖν, ὦ Καπετώλιε Ζεῦ καὶ θεοὶ πόλεως ἐπίσκοποι τῆς ἡμετέρας ἥρωές τε καὶ δαίμονες, ὅσοι γῆν τὴν Ῥωμαίων ἐφορᾶτε, καλὴ καὶ συμφέρουσα πᾶσιν ἡ τῶν φυγάδων κάθοδος, καὶ ψευσθείην ἐγὼ τῶν ἐλπίδων, §6.68.3ἃς ὑπὲρ τοῦ μέλλοντος ἔχω χρόνου.
卡皮托林山的朱庇特啊,以及我们城市的守护神、英雄和神灵们,所有眷顾罗马土地的神明啊,愿逃亡者的归来对所有人来说都是美好且有益的,也愿我的预测落空—— 那些我对未来所抱有的预测。
ἐὰν δέ τι δεινὸν ἐκ τούτων καταλάβῃ τῶν βουλευμάτων τὴν πόλιν· ἔσται δὲ τοῦτο φανερὸν οὐκ εἰς μακράν· τούτοις μὲν ταχεῖαν ἐπανόρθωσιν αὐτοὶ δοίητε καὶ σωτηρίαν τοῖς πράγμασιν ἀσφαλῆ, ἐμοὶ δʼ, ὃς οὔτʼ ἐν ἄλλῳ καιρῷ πώποτε τὰ ἥδιστα εἱλόμην λέγειν ἀντὶ τῶν ὠφελιμωτάτων οὔτε νῦν προδίδωμι τὸ κοινὸν ἰδίαν καταπραττόμενος ἀσφάλειαν, §6.68.4εὐμενεῖς εἴητε καὶ μειλίχιοι.
但如果由于这些决定而有任何可怕的事情降临到这座城市——这很快就会显现出来——愿你们亲自为这些灾祸提供迅速的纠正,并为国家事务提供安全的救赎;而对于我,一个无论在任何其他时刻都从未选择说最悦耳的话来代替最有用的话,如今也绝不通过谋取私利的安全来背叛共同体的人,愿你们展现仁慈与温和。
θεοῖς μὲν δὴ ταῦτα εὔχομαι, λόγων γὰρ οὐδὲν ἔτι δεῖ· γνώμην δʼ, ἣν καὶ πρότερον ἀποφαίνομαι, τοὺς μὲν ἐν τῇ πόλει διαμένοντας τῶν δημοτικῶν ἀφίεσθαι χρεῶν, τοῖς δʼ ἀποστάταις πολεμεῖν ἁπάσῃ προθυμίᾳ, τέως ἂν ἔτι διαμένωσιν ἐν τοῖς ὅπλοις.
对于神明,我便如此祈求,因为已经不需要更多的言语了;而至于我的意见,正如我之前所表明的那样,那就是免除留在城内的平民的债务,而对于那些离叛者,只要他们仍然手持武器,我们就应全力以赴地与他们开战。 ”

词汇与语法注释

  1. 6.68.1τέως — 此处作为表示“直到……”的连词,后接直说过去时(καθῆκεν)。虽然该词通常用作副词(其间),但在后古典希腊语和狄奥尼修斯的文体中,它有时会作为连词(等同于 ἕως 的意义)使用。
  2. 6.68.1αὐτὸς — 这是一个起强调作用的代词,作为单数集合名词 τὸν δῆμον(平民、民众)的“逻辑主语”,解释为“民众自己(所要求的条件)”。
  3. 6.68.2ψευσθείην — 动词 ψεύδω(欺骗、使落空)的被动语态单数第三人称愿望祈求法。与属格 τῶν ἐλπίδων(预料、忧虑)连用,表示愿望:“愿我的(不祥)预测落空(落入虚假)”。
  4. 6.68.3ἐμοὶ δʼ — 语法上为与格(利益与格),修饰 6.68.4 中的 εὐμενεῖς εἴητε καὶ μειλίχιοι(“愿你们展现仁慈与温和”)。由于中间插入了由关系代词 ὃς 引导的长关系从句(ὃς οὔτʼ... οὔ带...),需要注意该格的修饰关系。
  5. 6.68.4γνώμην — 宾格名词。语法上,它与后接的不定式(ἀφίεσθαι... πολεμεῖν...)处于同格关系。尽管在逻辑上作为表示表明或提议的动词的宾语,但在此处以独立宾格的形式习惯性地用于提出意见(“至于我的意见,是……”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.68.1-6.68.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.68.1-6.68.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。