Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.64.1-6.64.3

阿庇乌斯论良将之重并主张拒绝妥协

第 470 段,共 962 段 · 希腊语

内容简介

发言者强调了优秀将领的关键作用并指出罗马的优势,反对向叛乱者妥协或派遣使者,主张在他们投降后方可宽容处理。

§6.64.1ὃ δὲ πάντων ἐστὶ κράτιστον ἐν τοῖς πολέμοις, καὶ οὔτε ὑμεῖς αὐτοὶ ἐνεθυμήθητέ πω, οὔτε τῶν συμβούλων οὐδεὶς λέγει, τοῦτο προσθεὶς παύσομαι.
而在战争中最为强有力、且你们自己至今未曾想到、亦无任何顾问提及的事,我将以此作补充,随后便结束。
οὐδενὸς οὕτω δεῖ τοῖς μέλλουσιν εὐτυχὲς ἕξειν τὸ τῶν ἀγώνων τέλος, ὡς στρατηγῶν ἀγαθῶν.
对于那些将使战斗获得幸运结局的人来说,没有什么比优秀的将领更为急需的了。
τούτων ἡ μὲν ἡμετέρα πλουτεῖ πόλις, αἱ δὲ τῶν ἀντιπάλων σπανίζουσιν.
在这些将领上,我们的城邦极其富足,而对手的城邦则十分匮乏。
§6.64.2αἱ μὲν οὖν πολυοχλοῦσαι δυνάμεις, ὅταν λάβωσιν ἡγεμόνας οὐκ εἰδότας ἄρχειν, ἀσχημονοῦσι καὶ περὶ αὑταῖς σφάλλονται τὰ πλεῖστα, καὶ τοσούτῳ μᾶλλον κακοπαθοῦσιν, ὅσῳπερ ἂν μείζονα ἔχωσι πόνον.
因此,庞大的军队在由不懂得指挥的领导者率领时,往往举止失措,且大多自陷于混乱;他们承受的负担越重,遭受的苦难也就越深。
οἱ δʼ ἀγαθοὶ στρατηλάται, κἂν μικρὰς λάβωσι δυνάμεις, ταχέως ποιοῦσιν αὐτὰς μεγάλας.
然而,优秀的将领即使只获得弱小的力量,也能迅速使其变得强大。
ὥστʼ ἄχρις ἂν ἡγεῖσθαι δυναμένους ἄνδρας ἔχωμεν, οὐκ ἀπορήσομεν τῶν ἄρχεσθαι βουλομένων.
所以,只要我们拥有能够领导的男子,我们便绝不会缺少乐于被领导的人。
§6.64.3ἐνθυμούμενοι δὴ ταῦτα καὶ τῶν ἔργων τῆς πόλεως μεμνημένοι μηδὲν ταπεινὸν μηδʼ ἀγεννὲς μηδʼ ἀνάξιον ὑμῶν αὐτῶν ψηφίσησθε.
因此,在牢记这些事情并怀念城邦之功绩的同时,千万不要投票赞成任何卑下、庸俗、或配不上你们自己的决定。
τί οὖν, εἴ τις ἔροιτό με, πράττειν ὑμῖν παραινῶ;
那么,若有人问我:“我劝你们怎么做呢?
τουτὶ γὰρ ἴσως πάλαι γνῶναι σπεύδετε.
”因为这大概是你们早已急于想知道的。
μηδένα μήτε πρεσβείαν πέμπειν πρὸς τοὺς ἀφεστηκότας, μήτε ἄφεσιν ψηφίσασθαι τῶν χρεῶν, μήτʼ ἄλλο ποιεῖν μηδέν, ὅ τι δόξειεν ἂν φόβου τεκμήριον εἶναι καὶ ἀμηχανίας· ἐὰν δὲ καταθέμενοι τὰ ὅπλα κατέλθωσιν εἰς τὴν πόλιν καὶ παράσχωσιν ὑμῖν βουλεύσασθαι περὶ σφῶν αὐτῶν, καθʼ ἡσυχίαν ἐξετάσαντας τότε χρῆσθαι μετριότητι πρὸς αὐτοὺς εἰδότας, ὅτι πᾶν τὸ ἀνόητον, ἄλλως τε κἂν ὄχλος ᾖ, πρὸς μὲν τοὺς ταπεινοὺς αὔθαδες γίνεσθαι φιλεῖ, πρὸς δὲ τοὺς αὐθάδεις ταπεινοῦσθαι.
我劝你们:不要派任何使节去见叛乱者,也不要通过免除债务的决议,更不要做任何其他可能显得是恐惧和无能为力的证据的事;而如果他们放下武器回到城里,并让你们就他们的事情进行裁决,那么在静心审查之后,那时再以宽容对待他们,并明白这一点:所有无知之辈,尤其是当其身为乌合之众时,往往对卑微者傲慢,而对傲慢者显得卑微。

词汇与语法注释

  1. 6.64.1οὐδενὸς οὕτω δεῖ — 无人称动词 δεῖ 在表示“需要”时支配属格(οὐδενὸς)。比较从句 ὡς στρατηγῶν ἀγαθῶν 亦采用属格,与 οὐδενὸς 并列。
  2. 6.64.2τῶν ἄρχεσθαι βουλομένων — 属格(τῶν βουλομένων)受动词 ἀπορέω(缺乏)支配,其内部的不定式 ἄρχεσθαι 具有被动意义(“被统治/被指挥”)。
  3. 6.64.3μηδένα μήτε πρεσβείαν πέμπειν — 这里的“对格+不定式”结构(以对格 μηδένα 为逻辑主语,后接不定式 并在后续接续 ψηφίσασθαι... ποιεῖν 等)依赖于前句提问中的动词 παραινῶ(“我建议”)。
  4. 6.64.3ἄλλως τε κἂν ὄχλος ᾖ — 这是常用短语 ἄλλως τε καί(“尤其是”)的变体,其中的 καί 被引导条件从句的 κἄν (καὶ ἐάν) 取代,意为“尤其是当……的时候”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.64.1-6.64.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.64.1-6.64.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。