Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.62.1-6.62.5

阿庇乌斯反驳美涅尼乌斯并主张利用人质

第 468 段,共 962 段 · 希腊语

内容简介

阿庇乌斯·克劳狄乌斯批评美涅尼乌斯对平民的乐观态度,警告说向他们的最初要求妥协只会招致更苛刻的要求并最终导致被驱逐。他指出撤离的平民缺乏资源,且周围的贵族制城邦不会接纳他们,通过将留在罗马的平民家属作为人质,元老院可以迫使他们屈服。

§6.62.1ἀλλὰ πλεῖστον δὴ ἐν τούτῳ Μενήνιος ἐψεύσθη τῆς δόξης, ἀνὴρ σώφρων, ἐκ τῶν ἑαυτοῦ τρόπων τεκμαίρεται χρηστὰ ὑπὲρ ἑτέρων.
ἀλλὰ πλεῖστον δὴ ἐν τούτῳ Μενήνιος ἐψεύσθη τῆς δόξης, ἀνὴρ σώφρων, ἐκ τῶν ἑαυτοῦ τρόπων τεκμαίρεται χρηστὰ ὑπὲρ ἑτέρων. 但在这一点上,美涅尼乌斯显然大错特错了。 他是一个明智的人,因其自身的品德而用善意去推测他人。
ἐγκείσεται γὰρ ὑμῖν πέρα τοῦ δέοντος βαρὺς ὑπό τʼ αὐθαδείας, ἣ φιλεῖ περὶ τὸ κρατοῦν ἀεὶ γίνεσθαι, καὶ ἀφροσύνης, ἧς πλεῖστον ὄχλος μετέχει μέρος· κἂν εἰ μὴ ἐν ἀρχαῖς, χρόνῳ γοῦν ὕστερον καὶ ἐφʼ ἑκάστῳ χρήματι, ὧν ἂν δεηθεὶς μὴ τύχῃ, τὰ ὅπλα λαβὼν τὸν αὐτὸν τρόπον ὑμῖν σοβαρῶς ἐπιθήσεται.
ἐγκείσεται γὰρ ὑμῖν πέρα τοῦ δέοντος βαρὺς ὑπό τʼ αὐθαδείας, ἣ φιλεῖ περὶ τὸ κρατοῦν ἀεὶ γίνεσθαι, καὶ ἀφροσύνης, ἧς πλεῖστον ὄχλος μετέχει μέρος· 因为,由于总是伴随着统治地位的傲慢,以及群众占绝大部分的愚昧,平民将会超出必要地沉重压迫你们; κἂν εἰ μὴ ἐν ἀρχαῖς, χρόνῳ γοῦν ὕστερον καὶ ἐφʼ ἑκάστῳ χρήματι, ὧν ἂν δεηθεὶς μὴ τύχῃ, τὰ ὅπλα λαβὼν τὸν αὐτὸν τρόπον ὑμῖν σοβαρῶς ἐπιθήσεται. 即使起初不会,但随着时间推移,在他们未能如愿得到要求的每件事上,他们都会拿起武器,以同样傲慢的方式攻击你们。
ὥστʼ εἰ τὰ πρῶτα συγχωρήσετε συμφέροντα εἶναι νομίσαντες, ἕτερόν τι χεῖρον εὐθὺς ἐπιταχθήσεσθε καὶ αὖθις ἄλλο τούτου χαλεπώτερον, ὡς φόβῳ καὶ τὰ πρῶτα ὑπακούσαντες, ἕως ἐκβάλωσιν ὑμᾶς τελευτῶντες τῆς πόλεως, ὡς ἐν πολλαῖς ἄλλαις καὶ τὰ τελευταῖα ἐν Συρακούσαις οἱ γεωμόροι πρὸς τῶν πελατῶν ἐξηλάθησαν.
ὥστʼ εἰ τὰ πρῶτα συγχωρήσετε συμφέροντα εἶναι νομίσαντες, ἕτερόν τι χεῖρον εὐθὺς ἐπιταχθήσεσθε καὶ αὖθις ἄλλο τούτου χαλεπώτερον, ὡς φόβῳ καὶ τὰ πρῶτα ὑπακούσαντες, ἕως ἐκβάλωσιν ὑμᾶς τελευτῶντες τῆς πόλεως, ὡς ἐν πολλαῖς ἄλλαις καὶ τὰ τελευταῖα ἐν Συρακούσαις οἱ γεωμόροι πρὸς τῶν πελατῶν ἐξηλάθησαν. 因此,如果你们认为最初的要求是有利的而予以让步,你们将立即被命令接受另一件更坏的事情,接着又是比这更艰难的另一件事,仿佛你们是因为恐惧才服从了最初的要求,直到最后他们将你们驱逐出城邦。 正如在许多其他城邦发生过的那样,以及最近在叙拉古,地主们被他们的依附民驱逐出去一样。
§6.62.2εἰ δʼ ἐπʼ ἐκείνων ἀγανακτήσαντες ἐναντιώσεσθε τοῖς αἰτήμασι, τί δή ποτʼ οὐκ αὐτόθεν ἄρχεσθε ἐλεύθερα φρονήματα ἔχειν;
εἰ δʼ ἐπʼ ἐκείνων ἀγανακτήσαντες ἐναντιώσεσθε τοῖς αἰτήμασι, τί δή ποτʼ οὐκ αὐτόθεν ἄρχεσθε ἐλεύθερα φρονήματα ἔχειν; 但是,如果你们打算对那些要求感到愤慨并予以反对,为什么不从现在起就展现出自由人的志气呢?
κρεῖττον γὰρ ἀπʼ ἐλάττονος αἰτίας ὁρμηθέντας πρὶν βλαβῆναί τι ἀποδείξασθαι τὸ γενναῖον, ἢ πολλὰ ὑπομείναντας τότε ἀγανακτεῖν περὶ τῶν γεγονότων καὶ μὴ ἐπιτρέπειν τὰ λοιπὰ καὶ ὀψὲ ἄρξασθαι νοῦν ἔχειν.
κρεῖττον γὰρ ἀπʼ ἐλάττονος αἰτίας ὁρμηθέντας πρὶν βλαβῆναί τι ἀποδείξασθαι τὸ γενναῖον, ἢ πολλά ὑπομείναντας τότε ἀγανακτεῖν περὶ τῶν γεγονότων καὶ μὴ ἐπιτρέπειν τὰ λοιπὰ καὶ ὀψὲ ἄρξασθαι νοῦν ἔχειν. 因为,从较小的起因出发,在未受任何伤害之前就展现出高贵的气节,比起在隐忍了许多事情之后才对既成事实感到愤慨、拒绝其余的要求并迟钝地开始明智起来,要好得多。
φοβείτω δʼ ὑμῶν μηδένα μήτε ὁ τῶν ἀποστατῶν ἀνασεισμὸς μήτε ὁ τῶν ἀλλοφύλων πόλεμος· μήτε καταγινώσκετε τῆς οἰκείας δυνάμεως ὡς οὐχ ἱκανῆς οὔσης διασῶσαι τὴν πόλιν.
φοβείτω δʼ ὑμῶν μηδένα μήτε ὁ τῶν ἀποστατῶν ἀνασεισμὸς μήτε ὁ τῶν ἀλλοφύλων πόλεμος· μήτε καταγινώσκετε τῆς οἰκείας δυνάμεως ὡς οὐχ ἱκανῆς οὔσης διασῶσαι τὴν πόλιν. 愿叛乱者的恐吓和异族的战争,都不要让你们中的任何人感到畏惧;也不要判定你们自身的力量不足以拯救城邦。
§6.62.3ἡ μὲν γὰρ τῶν φυγάδων βραχεῖά ἐστιν ἰσχὺς καὶ οὔτε πολὺν ἀνθέξει χρόνον διαμένουσα, ὥσπερ νῦν, ὑπαίθριος ὑπὸ καλύβαις ὥρᾳ ἔτους χειμερίῳ, πορίζεσθαι δὲ τὰ ἐπιτήδεια οὐχ ὅπως διʼ ἁρπαγῆς ἔτι δυνησομένη ἐπειδὰν τὰ ὄντα ἀναλώσῃ, ἀλλʼ οὐδʼ ἂν ἄλλοθεν ὠνητὰ ἐπεισάγεσθαι διὰ πενίαν, οἷς οὔτε ἰδίᾳ οὔτʼ ἐν κοινῷ χρήματά ἐστιν·
ἡ μὲν γὰρ τῶν φυγάδων βραχεῖα ἐστιν ἰσχὺς καὶ οὔτε πολὺν ἀνθέξει χρόνον διαμένουσα, ὥσπερ νῦν, ὑπαίθριος ὑπὸ καλύβαις ὥρᾳ ἔτους χειμερίῳ, πορίζεσθαι δὲ τὰ ἐπιτήδεια οὐχ ὅπως διʼ ἁρπαγῆς ἔτι δυνησομένη ἐπειδὰν τὰ ὄντα ἀναλώσῃ, ἀλλʼ οὐδʼ ἂν ἄλλοθεν ὠνητὰ ἐπεισάγεσθαι διὰ πενίαν, οἷς οὔτε ἰδίᾳ οὔτʼ ἐν κοινῷ χρήματά ἐστιν· 因为逃亡者的力量是微弱的,他们无法长期坚持像现在这样,在冬季在户外的草棚下生活;至于获取生活必需品,当他们消耗完现有的东西时,不仅无法再通过掠夺来获取,甚至因为贫困而无法从其他地方购买和输入,因为他们无论在个人还是在公共方面都没有资金。
οἱ δὲ πόλεμοι ταῖς περιουσίαις τῶν χρημάτων ὡς τὰ πολλὰ ἀντέχουσιν· ἀναρχία τʼ αὐτοῖς ὡς εἰκὸς καὶ στάσις ἐκ τῆς ἀναρχίας ἐμπεσοῦσα ταχὺ διαχεῖ τὰ βουλεύματα.
οἱ δὲ πόλεμοι ταῖς περιουσίαις τῶν χρημάτων ὡς τὰ πολλά ἀντέχουσιν· ἀναρχία τʼ αὐτοῖς ὡς εἰκὸς καὶ στάσις ἐκ τῆς ἀναρχίας ἐμπεσοῦσα ταχὺ διαχεῖ τὰ βουλεύματα. 而战争多半是靠充裕的资金来支撑的;而无政府状态,如常理所言,以及由于无政府状态而在他们中间爆发的内讧,将迅速瓦解他们的计划。
§6.62.4οὐ γὰρ δὴ ἀξιώσουσιν οὔτε Σαβίνοις οὔτε Τυρρηνοῖς οὔτʼ ἄλλοις τισὶ τῶν ἀλλοφύλων παραδόντες σφᾶς αὐτούς, ἐκείνοις δουλεύειν, ὧν καὶ αὐτοί ποτʼ ἀφείλοντο τὴν ἐλευθερίαν σὺν ὑμῖν, καὶ μάλιστα οὐδὲ πιστευθήσονται πρὸς αὐτῶν οἱ κακῶς αὑτῶν τὴν πατρίδα καὶ αἰσχρῶς ἀπολέσαι προθυμηθέντες, μὴ οὐχὶ ὅμοια δράσειν τὴν ὑποδεξαμένην.
οὐ γὰρ δὴ ἀξιώσουσιν οὔτε Σαβίνοις οὔτε Τυρρηνοῖς οὔτʼ ἄλλοις τισὶ τῶν ἀλλοφύλων παραδόντες σφᾶς αὐτούς, ἐκείνοις δουλεύειν, ὧν καὶ αὐτοί ποτʼ ἀφείλοντο τὴν ἐλευθερίαν σὺν ὑμῖν, καὶ μάλιστα οὐδὲ πιστευθήσονται πρὸς αὐτῶν οἱ κακῶς αὑτῶν τὴν πα特里达 καὶ αἰσχρῶς ἀπολέσαι προθυμηθέντες, μὴ οὐχὶ ὅμοια δράσειν τὴν ὑποδεξαμένην. 因为他们决不会甘愿将自己交托给萨宾人、伊特鲁里亚人或任何其他异族,并向那些他们曾与你们一起夺走其自由的人效奴隶之劳;最重要的是,那些急于卑劣且可耻地毁灭自己祖国的人,也绝不会获得对方的信任,因为对方会担心他们也会对收留他们的城邦做出同样的事。
ἀριστοκρατεῖται δὲ καὶ τα ἔθνη τὰ πέριξ ὑμῶν ᾶπαντα, καὶ το δημοτικὸν ἐν οὐδεμιᾷ πόλει μεταποιεῖται τῶν ἰσων, ὥστε οὐ δήπου οἱ προὔχοντες ἐν ἑκάστῃ πόλει τὸν οἰκεῖον οὐκ ἐῶντες παρακινεῖν ὄχλον, τοῦτον εἰσδέξονται τὸν ἔπηλυν καὶ στασιαστὴν εἰς τὴν ἑαυτῶν πατρίδα, μὴ μεταδόντες αὐτοὶ τῶν ὁμοίων σὺν χρόνῳ στερήσονται τῶν ἴσων.
ἀριστοκρατεῖται δὲ καὶ τὰ ἔθνη τὰ πέριξ ὑμῶν ἅπαντα, καὶ τὸ δημοτικὸν ἐν οὐδεμιᾷ πόλει μεταποιεῖται τῶν ἴσων, ὥστε οὐ δήπου οἱ προὔχοντες ἐν ἑκάστῃ πόλει τὸν οἰκεῖον οὐκ ἐῶντες παρακινεῖν ὄχλον, τοῦτον εἰσδέξονται τὸν ἔπηλυν καὶ στασιαστὴν εἰς τὴν ἑαυτῶν πατρίδα, μὴ μεταδόντες αὐτοὶ τῶν ὁμοίων σὺν χρόνῳ στερήσονται τῶν ἴσων. 此外,你们周围的所有民族都实行贵族制,在任何一个城邦中,平民都不争取同等的权利。 因此,各个城邦的当权者既然连本国的群众都不允许其骚乱,就绝不会把这个外来的、煽动叛乱的群体接纳进自己的祖国,以免因与之分享相似的特权,而随着时间的推移自己也失去原有的同等地位。
§6.62.5εἰ δʼ ἄρα γε γνώμης ἁμάρτοιμι καὶ παραδέξαιτό τις αὐτοὺς πόλις, ἐνταῦθα δὴ διαγινώσκοινθʼ ὡς ἄν πολέμιοί τε ὄντες καὶ τὰ πολεμίων πεισόμενοι.
εἰ δʼ ἄρα γε γνώμης ἁμάρτοιμι καὶ παραδέξαιτό τις αὐτοὺς πόλις, ἐνταῦθα δὴ διαγινώσκοινθʼ ὡς ἂν πολέμιοί τε ὄντες καὶ τὰ πολεμίων πεισόμενοι. 但如果我确实推测错误,有某个城邦接纳了他们,那么在那种情况下,他们就会被视作敌人,并遭受敌人所应得的待遇。
ἔχομεν δʼ αὐτῶν ὅμηρα πατέρας καὶ γαμετὰς καὶ τὴν ἄλλην συγγένειαν, ὧν οὐδʼ ἂν εὐχόμενοι κρείττονα παρὰ θεῶν αἰτησαίμεθα· οὓς ἐν ὄψει τῶν συγγενῶν στήσαντες ἀπολοῦμεν, εἰ τολμήσαιεν ὁμόσε χωρεῖν, ὡς ταῖς ἐσχάταις λώβαις διαχρησόμενοι.
ἔχομεν δʼ αὐτῶν ὅμηρα πατέρας καὶ γαμετὰς καὶ τὴν ἄλλην συγγένειαν, ὧν οὐδʼ ἂν εὐχόμενοι κρείττονα παρὰ θεῶν αἰτησαίμεθα· οὓς ἐν ὄψει τῶν συγγενῶν στήσαντες ἀπολοῦμεν, εἰ τολμήσαιεν ὁμόσε χωρεῖν, ὡς ταῖς ἐσχάταις λώβαις διαχρησόμενοι. 而我们手里有他们的父亲、妻子和其他家属作为人质,即使祈祷,我们也不能向神明要求更好的了;如果他们胆敢前来交战,我们就会在他们亲属的眼前将这些人质处死,表明我们将施以极端的凌辱。
καὶ αὐτούς, εἰ τοῦτο μάθοιεν, εὖ ἴστε, ὅτι λήψεσθε ἀντιβολοῦντας, ὀλοφυρομένους, παραδιδόντας σφᾶς αὐτοὺς ἡμῖν δίχα τῶν ὅπλων, ἅπαντα ὑπομένοντας. δειναὶ γὰρ αἱ τοιαίδε ἀνάγκαι πάντας τοὺς αὐθάδεις λογισμοὺς κλάσαι καὶ καταβαλεῖν εἰς τὸ μηδέν.
καὶ αὐτούς, εἰ τοῦτο μάθοιεν, εὖ ἴστε, ὅτι λήψεσθε ἀντιβολοῦντας, ὀλοφυρομένους, παραδιδόντας σφᾶς αὐτούς ἡμῖν δίχα τῶν ὅπλων, ἅπαντα ὑπομένοντας. δειναὶ γὰρ αἱ τοιαίδε ἀνάγκαι πάντας τοὺς αὐθάδεις λογισμοὺς κλάσαι καὶ καταβαλεῖν εἰς τὸ μηδέν. 你们尽可确信,如果他们得知此事,你们会看到他们哀求、痛哭,放下武器向我们投降,并忍受一切。 因为这样的迫切境遇极其可怕,足以摧毁所有傲慢的图谋并使其化为乌有。

词汇与语法注释

  1. 6.62.1ἐγκείσεται γὰρ ὑμῖν — 主语未明确给出,但从上下文来看指平民(或群众)。不及物动词 ἐγκείσομαι 意为“逼迫”、“压迫”或“纠缠”。
  2. 6.62.4μὴ οὐχὶ ὅμοια δράσειν — 在含有否定或不信任意图的被动动词 πιστευθήσονται(不会被信任)之后,双重否定小词 μὴ οὐχί 与不定式连用,表示强烈的肯定意义,即“绝不会不做出同样的事(一定会做出同样的事)”。
  3. 6.62.4μὴ μεταδόντες — 引导表示担忧或否定条件的从句(μὴ ... στερήσονται),表现出接纳他们的城邦的担忧:“担心若与之分享,自己最终也会被剥夺同等的权利”。
  4. 6.62.5ὡς ταῖς ἐσχάταις λώβαις διαχρησόμενοι — 连词 ὡς 与将来时分词结合,表示主体的意图或名义:“意图施加极端的凌辱/虐待”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.62.1-6.62.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.62.1-6.62.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。