Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.58.1-6.58.3

马尼乌斯谴责贵族并支持派遣使节

第 464 段,共 962 段 · 希腊语

内容简介

马尼乌斯·瓦莱里乌斯起立发言,严厉谴责剥夺平民权利、煽动内讧的贪婪贵族,并指出平民将要求安全保障,最终表态支持美内尼乌斯派遣使节的提议。

§6.58.1ὃς ἀναστὰς πρῶτον ὑπεμίμνησκε τὴν βουλὴν τῶν ἰδίων πολιτευμάτων, καὶ ὅτι πολλάκις αὐτοῦ προλέγοντος τὰ μέλλοντα συμβήσεσθαι δεινὰ διʼ ὀλιγωρίας ἐποιήσαντο τοὺς λόγους· ἔπειτα ἠξίου τοὺς ἐναντιουμένους ταῖς διαλλαγαῖς μὴ περὶ τῶν μετρίων νῦν ζητεῖν, ἀλλʼ ἐπεὶ τὴν στάσιν οὐκ εἴασαν ἐξαιρεθῆναι, ἡνίκα μικρὰ ἦν ἔτι τῇ πόλει τὰ διαφέροντα, νῦν γέ τοι σκοπεῖν, ὅπως διὰ ταχέων παύσεται καὶ μὴ προελθοῦσα ἔτι πορρωτέρω λήσει τάχα μὲν ἀνίατος, εἰ δὲ μὴ δυσίατος καὶ πολλῶν αἰτία σφίσι γενομένη κακῶν·
他起立发言,首先提醒元老院注意他过去的政治作为,并且指出,尽管他多次预言即将发生的恐怖事态,他们却对他的话付之轻蔑;随后,他要求那些反对和解的人现在不要在适度条件上纠缠不休,而是在城邦的分歧还很微小时,既然未能容许内讧被根除,现在至少应当设法使其迅速平息,免得它进一步蔓延,在不知不觉中变得或许无法医治,即便并非无法医治,也是难以治愈,并给他们带来许多灾祸。
τήν τε ἀξίωσιν τῶν δημοτικῶν οὐκέτι τὴν αὐτὴν ἀπέφαινεν ἐσομένην τῇ προτέρᾳ, οὐδʼ ἐπὶ τοῖς αὐτοῖς εἴκαζε συμβήσεσθαι τὸν δῆμον ἀπαλλαγὴν μόνον τῶν χρεῶν αἰτούμενον, ἀλλὰ καὶ βοηθείας δεήσεσθαί τινος ἴσως, ἀφʼ ἧς εἰς τὸν λοιπὸν χρόνον ἀσφαλὴς διατελέσει·
他还指出,平民的要求不会再和以前一样了,他不认为平民会以同样的条件达成和解、仅仅要求免除债务,反而可能还会需要某种保障,使他们今后得以始终保持安全。
§6.58.2καταλελύσθαι μὲν γὰρ ἀφʼ οὗ παρῆλθεν ἡ τοῦ δικτάτορος ἀρχὴ τὸν φύλακα τῆς ἐλευθερίας αὐτοῦ νόμον, ὃς οὔτε ἀποκτείνειν πολίτην ἄκριτον οὐδένα συνεχώρει τοῖς ὑπάτοις, οὐδέ γε τοὺς παρὰ τῇ κρίσει ἐλαττουμένους ὑπὸ τῶν πατρικίων δημοτικοὺς παραδίδοσθαι τοῖς καταδικασαμένοις, ἔφεσιν δὲ τοῖς βουλομένοις ἐδίδου μεταφέρειν τὰς κρίσεις ἐπὶ τὸν δῆμον ἀπὸ τῶν πατρικίων καὶ ὅ τι ἂν ὁ δῆμος γνῷ, τοῦτʼ εἶναι κύριον·
因为他指出,自从独裁官的官职设立以来,作为其自由守护者的那项法律已被废除,该法律既不准许执政官在未经审判的情况下处死任何公民,也不允许在贵族判决中败诉的平民被移交给判决他们有罪的人,而是允许有意愿的人向平民提出上诉,将判决从贵族移交给平民,并且无论平民做出何种决议,皆具效力。
ἀφῃρῆσθαι δὲ καὶ τὴν ἄλλην ἐξουσίαν τῶν δημοτικῶν ὀλίγου δεῖν πᾶσαν, ἧς ἐν τοῖς προτέροις χρόνοις ἦσαν κύριοι, ὅπου γε καὶ τὸν ἐκ τῶν πολέμων θρίαμβον οὐκ ἐξεγένετο αὐτοῖς εὑρέσθαι παρὰ τῆς βουλῆς ἀνδρὶ παρʼ ὁντιναοῦν ἄλλον ἐπιτηδείῳ ταύτης τυχεῖν τῆς τιμῆς, Ποπλίῳ Σερουιλίῳ §6.58.3Πρίσκῳ.
而且平民在先前时期所拥有的其他权力也几乎全部被剥夺,因为他们甚至无法从元老院那里,为一位比其他任何人都更有资格获得此项荣誉的人——即普布利乌斯·塞尔维利乌斯· 普里斯库斯——争取到凯旋式的荣誉。
ἐφʼ οἷς εἰκός τι πάσχοντας τοὺς πολλοὺς ἀθυμεῖν καὶ πονηρὰς ἔχειν ὑπὲρ τῆς ἀσφαλείας ἐλπίδας, ἐπειδὴ οὔτε ὑπάτῳ οὔτε δικτάτορι κήδεσθαι αὐτῶν βουλομένοις ἐξεγένετο, ἀλλὰ καὶ προσαπήλαυσέ τις αὐτῶν ὕβρεως καὶ ἀτιμίας διὰ τὴν ὑπὲρ τῶν πολλῶν σπουδὴν καὶ πρόνοιαν.
在这些情况下,群众感到沮丧、对自己的安全抱有悲观的希望也是理所当然的,因为无论是想关怀他们的执政官还是独裁官,都未能如愿,相反,他们中的一些人甚至因对群众的热忱与关怀而额外遭受了侮辱和耻辱。
ταῦτα δʼ ἀπειργάσθαι συγκύψαντας οὐ τοὺς χαριεστάτους τῶν πατρικίων, ὑβριστὰς δέ τινας καὶ πλεονέκτας περὶ χρηματισμὸν ἄδικον δεινῶς ἐσπουδακότας, οἳ πρὸς πολὺ διάφορον καὶ ἐπὶ μεγάλοις δανεισθὲν τόκοις πολλὰ καταδουλωσάμενοι πολιτῶν σώματα, τούτοις τʼ ὠμὰς καὶ ὑπερηφάνους ἀνάγκας προσφέροντες, ἀλλότριον ἐποίησαν γενέσθαι τῆς ἀριστοκρατίας ἅπαν τὸ δημοτικόν, ἑταιρίαν τε συστησάμενοι καὶ ταύτης ἀναδείξαντες Ἄππιον Κλαύδιον ἡγεμόνα, μισόδημον ἄνδρα καὶ ὀλιγαρχικόν, διʼ ἐκείνου πάντα φύρουσι τὰ πράγματα τῆς πόλεως.
而造成这些局面的,并非贵族中最有德行之人的联合共谋,而是某些狂妄贪婪、极度热衷于不正当谋利的人,他们凭借以高利贷出的巨额资金奴役了许多公民的肉体,并对他们施加残酷且傲慢的强迫,使得全体平民都与贵族阶层疏远对立;他们结党营私,推举憎恨平民、拥护寡头政治的阿庇乌斯·克劳狄乌斯为领袖,并通过他把城邦的一切事务搅得一团糟。
οἷς εἰ μὴ τὸ σωφρονοῦν μέρος τῆς βουλῆς ἐμποδὼν στήσεται, κινδυνεύειν ὑπὲρ ἀνδραποδισμοῦ τινος καὶ κατασκαφῆς τὴν πόλιν.
如果元老院中理智的部分不挺身阻拦他们,城邦就有可能面临某种奴役和彻底毁灭的危险。
τελευτῶν δʼ ἀπεφήνατο συνδοκεῖν τῇ Μενηνίου χρῆσθαι γνώμῃ, καὶ τὴν πρεσβείαν ἠξίου πέμπειν διὰ ταχέων· τοὺς δʼ ἄνδρας ἀφικομένους πειρᾶσθαι μὲν ὡς βούλονται καταλύσασθαι τὴν στάσιν, εἰ δὲ μὴ διδοίη τις αὐτοῖς, ἃ βούλονται, δέχεσθαι τὰ διδόμενα.
最后,他表明赞同采纳美内尼乌斯的意见,并主张迅速派遣使节;并认为使节们抵达后,应当尽力按照自己所希望的方式平息内讧,但如果没人给予他们想要的东西,就应该接受所给予的。

词汇与语法注释

  1. §6.58.1ὃς ἀναστὰς — 关系代词 ὃς 在句首作连接性使用(意为“而他”),指代前一节末尾提到的马尼乌斯·瓦莱里乌斯(Μάνιον Οὐαλέριον)。它作为主句动词 ὑπεμίμνησκε 的主语。
  2. §6.58.2ὅπου γε καὶ τὸν ἐκ τῶν πολέμων θρίαμβον οὐκ ἐξεγένετο αὐτοῖς εὑρέσθαι — 连词短语 ὅπου γε 引导表示原因或证据的从句(意为“既然、甚至于”),在此处通过凯旋式的例子来证明平民的权力几乎已被剥夺殆尽(ἀφῃρῆσθαι)。不定式 εὑρέσθαι 依赖于无人称动词 ἐξεγένετο(意为“得以、能够”),其逻辑主语为与格的 αὐτοῖς(指代平民)。
  3. §6.58.3πειρᾶσθαι μὲν... δέχεσθαι — 不定式 πειρᾶσθαι 与 δέχεσθαι 在间接引语中皆带有命令语气,依赖于主句动词 ἠξίου(要求)或整体的间接引语框架。条件从句中的 εἰ δὲ μὴ διδοίη 则是直接引语中的“如果不给(ἐὰν μὴ διδῷ)”在过去时态叙述的间接引语中转变为希求法(optative)的形式。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.58.1-6.58.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.58.1-6.58.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。