§6.55.1καὶ γὰρ ἄνδρα ἕνα καὶ πόλιν ὅλην ἐπὶ ταῖς καλλίσταις τῶν ἰδίων πράξεων φιλοτιμεῖσθαι χρή, καὶ τὰς λοιπὰς ὅπως ὁμολογούμεναι ταύταις ἔσονται σκοπεῖν.
因为无论是个人还是整个城邦,都应该为自己最光辉的事迹感到自豪,并留意使其余的行为与这些事迹相一致。
ὑμεῖς τοίνυν ἤδη πολλοὺς πολεμίους, ὑφʼ ὧν τὰ μέγιστα ἠδικήθητε, ὑποχειρίους λαβόντες, οὔτʼ ἀνελεῖν οὔτʼ ἐκβαλεῖν ἐκ τῶν ἰδίων ἐβουλήθητε, ἀλλὰ καὶ οἴκους καὶ κλήρους αὐτοῖς ἀπέδοτε, καὶ πατρίδας οἰκεῖν, ἐξ ὧν ἔφυσαν, εἰάσατε, ἰσοψήφοις τʼ εἶναι καὶ πολίταις ὑμετέροις ἤδη τισὶν ἐξ αὐτῶν ἐχαρίσασθε.
因此,你们在将许多曾极大地伤害过你们的敌人置于你们控制之下时,既不想消灭他们,也不想将他们从自己的土地上驱逐出去,反而把房屋和份地归还给他们,允许他们居住在他们出生的祖国,甚至已经恩赐他们中的一些人拥有平等的表决权并成为你们的公民。
§6.55.2τούτου δʼ ἔτι θαυμασιώτερον ἔργον ὑμῶν ἔχω λέγειν, ὅτι καὶ τῶν ὑμετέρων πολιτῶν πολλοὺς μεγάλα εἰς ὑμᾶς ἐξαμαρτόντας ἀφήκατε τῶν τιμωριῶν, εἰς αὐτοὺς. μόνους ἀποσκήψαντες τοὺς αἰτίους τὴν ὀργήν, ὧν ἦσαν οἵ τε Ἀντέμνας κληρουχήσαντες καὶ Κρουστομέρειαν καὶ Μεδύλλειαν καὶ Φιδήνην καὶ ἄλλοι συχνοί.
我还可以说出比这更令人赞叹的你们的壮举,那就是:你们还免除了许多对你们犯下大罪的本国公民的惩罚,仅将愤怒宣泄在那些罪魁祸首身上;在这些人中,有安提姆奈、克鲁斯图梅里乌姆、梅杜利亚、菲德奈的殖民者以及其他许多人。
τί γὰρ δεῖ πάντας ἐξαριθμεῖσθαι νυνί, οὓς ὑμεῖς ἐκ πολιορκίας κρατηθέντας μετρίως ἐνουθετήσατε καὶ πολιτικῶς;
现在又何必一一列举所有那些被你们通过围城战征服后、遭到温和且符合公民道义地劝诫的人呢?
καὶ οὐκ ἔσθʼ ὅπως ἢ κινδυνός τις διὰ ταῦτα κατέλαβε τὴν πόλιν ἢ ψόγος, ἀλλʼ ἐπαινεῖταί τε ὑμῶν τὸ ἐπιεικὲς καὶ οὐδὲν ἠλάττωται τοῦ ἀσφαλοῦς.
这些做法绝不可能给城邦带来任何危险或指责,相反,你们的宽大受到赞扬,而安全未受丝毫削弱。
§6.55.3ἔπειτα οἱ τῶν πολεμίων φειδόμενοι τοῖς φίλοις πολεμήσετε, καὶ οἱ τὰ ὑποχείρια γενόμενα μεθιέντες ἀζήμια τοὺς συγκατακτησαμένους ὑμῖν τὴν ἀρχὴν ζημιώσετε, πόλιν τε τὴν αὐτῶν ὑμῶν παρέχοντες ἅπασι τοῖς δεομένοις ἀσφαλῆ καταφυγήν, ταύτης ἀπελαύνειν ὑπομενεῖτε τοὺς αὐθιγενεῖς, οἷς καὶ συνετράφητε καὶ συνεπαιδεύθητε καὶ πολλῶν ἐκοινωνήσατε κακῶν τε καὶ ἀγαθῶν ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους;
那么,宽待敌人的你们,难道要向朋友宣战吗? 而将落入手中者无伤释放的你们,难道要惩罚与你们共同赢得统治权的同胞吗? 另外,在将你们自己的城邦作为安全避难所提供给所有需要之人时,你们怎能忍心将那些与你们共同成长、共同受教育、在和平与战争中共同分享许多艰难与福祉的本地居民驱逐出去呢?
οὐκ, ἐὰν τά γε δίκαια καὶ τὰ προσήκοντα τοῖς ὑμετέροις ἔθεσι βούλησθε πράττειν καὶ χωρὶς ὀργῆς κρίνητε τὸ συμφέρον.
你们是不会这样做的,只要你们愿意做正义且符合你们习俗的事,并且不带愤怒地判断何为有利。