Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.53.1-6.53.3

阿庇乌斯警告接纳移民与外援的危险

第 459 段,共 962 段 · 希腊语

内容简介

阿庇乌斯指出,缺乏爱国心的外来移民会通过要求分配土地和政治权利来威胁贵族,并警告说这些人未受军事训练,依赖外部盟军更是引狼入室。

§6.53.1τῷ μέν τʼ ἐπιχωρίῳ καὶ τέκνων καὶ γυναικῶν καὶ γονέων καὶ πολλῶν ἄλλων σωμάτων οἰκείων ὅμηρά ἐστιν ἐνθάδε, καὶ αὐτοῦ νὴ Δία τοῦ θρέψαντος αὐτοὺς ἐδάφους ὁ πόθος, ἀναγκαῖος ὢν ἅπασι καὶ οὐκ ἐξαιρετός·
对于本地出生的人来说,这里有他们的子女、妻子、父母以及许多其他亲人的牵绊,而且凭宙斯起誓,还有对哺育了他们的这片土地的眷恋,这种眷恋对所有人来说都是必然且不可根除的。
ὁ δʼ ἐπίκλητός γε οὑτοσὶ καὶ ἐπίσκηνος ὄχλος, εἰ γένοιτο ἡμῖν σύνοικος, οὐδενὸς αὐτῷ τούτων ἐνθάδε ὄντος, ὑπὲρ τίνος ἂν ἀξιώσειε κινδυνεύειν ἀγαθοῦ, εἰ μή τις αὐτῷ γῆς τε ὑπόσχοιτο μέρη δώσειν καὶ πόλεως μοῖραν ὅσην δή τινα τοὺς νῦν κυρίους αὐτῶν ἀφελόμενος, ὧν οὐκ ἀξιοῦμεν τοῖς πολλάκις ἀγωνισαμένοις ὑπὲρ αὐτῶν πολίταις μεταδιδόναι;
然而,这群被召集来且暂时寄居的群众,如果成为我们的同居者,在他们在此地毫无牵绊的情况下,为了什么好处他们才会认为值得去冒险呢? 除非有人承诺给予他们土地的份额,以及从当前的占有者手中夺来的、城市中的某一部分份额——而这些份额,我们甚至不认为应当分享给那些曾为其多次战斗的公民。
καὶ ἴσως ἂν οὐδὲ τούτοις ἀρκεσθείη δοθεῖσι μόνοις, ἀλλὰ καὶ τιμῶν καὶ ἀρχῶν καὶ τῶν ἄλλων ἀγαθῶν ἐξ ἴσου τοῖς πατρικίοις ἀξιώσειε μεταλαμβάνειν.
而且也许他们并不会满足于仅获得这些赐予,反而会要求在荣誉、官职以及其他福祉上,与贵族享有同等的份额。
§6.53.2οὐκοῦν εἰ μὲν οὐκ ἐπιτρέψομεν ἕκαστα τῶν αἰτουμένων, ἐχθροῖς τοῖς μὴ τυγχάνουσι χρησόμεθα;
因此,如果我们不准许他们所要求的每一项,我们难道不会把那些未能如愿的人当成仇敌吗?
εἰ δὲ συγχωρήσαιμεν, ἡ πατρὶς ἡμῖν οἰχήσεται καὶ ἡ πολιτεία πρὸς ἡμῶν αὐτῶν καταλυομένη.
但如果我们让步,我们的祖国将不复存在,而我们的政体也将在我们自己手中土崩瓦解。
καὶ οὐ προστίθημι ἐνταῦθα, ὅτι πολεμεῖν ἐπιτηδείων σωμάτων ἡμῖν ἐν τῷ παρόντι δεῖ, οὐ γεωργῶν οὐδὲ θητῶν οὐδὲ ἐμπόρων οὐδὲ τῶν περὶ τὰς βαναύσους τέχνας ἀσχολουμένων, οὓς ἅμα δεήσει μανθάνειν τὰ πολεμικὰ καὶ πεῖραν αὐτῶν διδόναι· χαλεπὴ δὲ πεῖρα τῶν μὴ ἐν ἔθει· ἀνάγκη δὲ τοιούτους εἶναι τοὺς σύγκλυδας καὶ ἐκ παντὸς ἔθνους μετανισταμένους.
在此我不再补充说,我们目前需要的是适合战斗的身体,而不是农民、日雇工、商人或那些忙于粗鄙手艺的人,他们必须在学习军事的同时经受实战的考验;然而,对于不习惯的人来说,考验是艰难的;而那些乌合之众以及从各个民族迁徙而来的人,必然就是这样的人。
§6.53.3στρατιωτικὴν γὰρ οὔτε ὁρῶ συμμαχίαν ἡμῖν οὐδεμίαν συνεστῶσαν οὔτʼ, εἰ φανείη τις ἐκ τοῦ ἀδοκήτου, παραινέσαιμʼ ἂν ὑμῖν παραδέξασθαι αὐτὴν τοῖς τείχεσι προχείρως, πολλὰς ἄλλας ἐπιστάμενος πόλεις ταῖς εἰσαχθείσαις ἐπὶ φυλακῇ στρατιαῖς δεδουλωμένας.
因为我既没有看到我们有任何已建立的军事同盟,而且,即使有某种同盟出乎意料地出现,我也不建议你们轻易地将其引入城墙之内,因为我知道许多其他城邦都已被引入用以防守的军队所奴役。

词汇与语法注释

  1. 1161τοὺς νῦν κυρίους αὐτῶν ἀφελόμενος — 分词 ἀφελόμενος(源自 ἀφαιρέομαι,“夺取、剥夺”)支配双宾格:被剥夺的人(τοὺς νῦν κυρίους)和被夺取的物(前文表示土地和城市份额的宾格词组)。属格代词 αὐτῶν 修饰 τοὺς νῦν κυρίους。
  2. 1161ὧν... μεταδιδόναι — 动词 μεταδιδόναι(“分享、分给”)带所分享之物的属格(即关系代词 ὧν,其先行词为土地和城市的份额)和分享对象给格(τοῖς... πολίταις)。关系从句中 ὑπὲρ αὐτῶν 的 αὐτῶν 亦指代该先行词。
  3. p.v.2p.342οἰχήσεται... καταλυομένη — 动词 οἴχομαι(“消失、毁灭”)常带补充分词以强调动作的完成或状态。此处单数将来时 οἰχήσεται 作为两个主语 ἡ πατρὶς 和 ἡ πολιτεία... καταλυομένη 的共同谓语,分词 καταλυομένη 修饰第二个主语,表示“祖国将不复存在,而国制也将被我们自己摧毁而消逝”。
  4. 1162τῶν μὴ ἐν ἔθει — 由冠词与否定介词短语 μὴ ἐν ἔθει(“不处于习惯中”,即“不习惯的人”)组成的属格名词性短语。它作为名词 πεῖρα(“考验、尝试”)的宾格性属格,意为“对那些不习惯之人的考验”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.53.1-6.53.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.53.1-6.53.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。