Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.51.1-6.51.3

阿格里帕指出城内的危急形势

第 457 段,共 962 段 · 希腊语

内容简介

演讲者描述了城外局势恶化下城墙内同样严峻的形势,包括粮食短缺、平民的不忠与逃亡、以及留守家属的凄惨景象,从而论证继续坚持战争是愚蠢和自取灭亡的。

§6.51.1οὕτω δὲ κακῶς ἐχόντων ἡμῖν τῶν ὑπαιθρίων οὐδὲ τὰ ἐντὸς τείχους δεινὰ ἧττόν ἐστι φοβερά.
在城外局势对我们如此不利的情况下,城墙内的险境同样令人恐惧。
οὔτε γὰρ ὡς πολιορκησόμενοι παρεσκευάσμεθα ἐκ πολλοῦ τὰ συμμαχικὰ οὔτε πλήθει αὐτοὶ ἀποχρῶντές ἐσμεν ὡς πρὸς τοσαῦτα πολεμίων ἔθνη, τοῦ δʼ ὀλίγου καὶ οὐκ ἀξιομάχου πληρώματος τὸ πλεῖόν ἐστι δημοτικόν, θῆτες καὶ πελάται καὶ χειρώνακτες, οὐ πάνυ βέβαιοι τεταραγμένης ἀριστοκρατίας φύλακες.
因为我们既没有为了应对被围困而提前很久准备好盟友支援,我们自身的人数面对如此众多的敌对部族也显得微不足道;而在这支人数稀少、不堪一战的兵员中,绝大多数又是平民,即日雇工、保护民和手工业者,他们绝非动荡中的贵族政体之完全可靠的守护者。
αἵ τε νῦν αὐτομολίαι συνεχεῖς αὐτῶν πρὸς τοὺς ἀφεστηκότας γινόμεναι, §6.51.2τὸ σύμπαν ὕποπτον εἶναι παρεσκευάκασιν.
此外,他们目前不断向叛乱者逃亡的举动,已使全体人员都受到了怀疑。
ὑπὲρ ἅπαντα δὲ ταῦτα ἡ τῶν ἐπιτηδείων συγκομιδὴ κρατουμένης ὑπὸ τῶν πολεμίων τῆς γῆς ἀδύνατος οὖσα φοβεῖ τε ἤδη λιμόν, ἐπειδάν τʼ ἐν τῷ ἀπόρῳ γενώμεθα ἔτι μᾶλλον φοβήσει, χωρὶς δὲ τούτων ὁ μηδένα χρόνον ἡμᾶς εὐσταθεῖν ταῖς διανοίαις ἐῶν πόλεμος.
在这一切之上,由于土地被敌人控制,粮食的运入变得不可能,这已经带来了饥荒的恐惧,而当我们陷入绝境时,这种恐惧将更加深重;此外,还有那场不让我们的心境有片刻安宁的战争。
ἅπαντα δʼ ὑπερβάλλει τὰ δεινὰ γύναια τῶν ἀποστατῶν καὶ παιδία νήπια καὶ γηραιοὶ γονεῖς, ἐν ἐσθῆσιν ἐλεειναῖς καὶ σχήμασι πενθίμοις περιφθειρόμενοι κατὰ τὴν ἀγορὰν καὶ τοὺς στενωποὺς κλαίοντες, ἱκετεύοντες, ἁπτόμενοι δεξιᾶς ἑκάστου καὶ γονάτων, ἀπολοφυρόμενοι τὴν κατέχουσαν αὐτοὺς καὶ ἔτι μᾶλλον καθέξουσαν ἐρημίαν, δεινὴ καὶ ἀνυπομόνητος ὄψις.
然而,超越一切恐惧的是那些叛乱者的妻子、襁褓中的婴儿以及年迈的父母,他们身穿凄惨的衣服、作丧服之装扮,在广场和狭窄的胡同里流浪,哭泣、恳求、拉住每个人的右手和双膝,痛哭着他们目前正承受且今后将更深承受的孤立无援——这是一幅可怕而令人无法忍受的景象。
§6.51.3οὐδεὶς γοῦν ἐστιν οὕτως ὠμὸς τὸν τρόπον, ὃς οὐκ ἀνατρέπεται τὴν ψυχὴν ὁρῶν ταῦτα καὶ πάσχει τι πρὸς τὰς ἀνθρώπων τύχας.
总之,没有人的性格会如此冷酷,以至于在看到这些情景时灵魂不感到震撼,并对人类的命运产生同情。
ὥστʼ εἰ μέλλοιμεν ἀσπείστως πρὸς τὸ δημοτικὸν ἔχειν, ἀπαλλακτέον ἡμῖν καὶ ταῦτα τὰ σώματα ἐκποδών, τὰ μὲν ὡς ἄχρηστα εἰς πολιορκίαν ἐσόμενα, τὰ δʼ ὡς οὐ διαμενοῦντα βεβαίως φίλα.
因此,如果我们打算与平民彻底决裂,我们必须把这些人也清除出去;一部分人是因为他们在围城战中毫无用处,另一部分人则是因为他们不会保持坚定的友好。
ἀπελαυνομένων δὲ καὶ τούτων τίς ἡ φυλάξουσα τὴν πόλιν ἔτι λειφθήσεται δύναμις;
但如果这些人也被赶走,还有什么力量会留下来守卫这座城市?
ἢ τίνι πιστεύσαντες ἐπικουρίᾳ τὰ δεινὰ τολμήσομεν ὑπομένειν;
或者说,我们会信任什么援助,从而敢于忍受这些灾难?
ἡ μέντοι οἰκεία ἡμῶν καταφυγὴ καὶ μόνη βέβαιος ἐλπίς, ἡ τῶν πατρικίων ἀκμή, βραχεῖά ἐστιν, ὥσπερ ὁρᾶτε, καὶ οὐκ ἄξιον ἐπὶ ταύτῃ μέγα φρονεῖν.
然而,我们自身唯一的避难所和确定希望——贵族青年的力量——是微弱的,正如你们所见,不值得为此自高自大。
τι οὖν οἱ τὸν πόλεμον ὑπομένειν εἰσηγούμενοι ληροῦσι καὶ φενακίζουσιν ἡμᾶς, ἀλλʼ οὐχὶ φανερῶς παραινοῦσιν ἀναιμωτὶ καὶ δίχα πόνου παραδιδόναι τοῖς ἐχθροῖς ἤδη τὴν πόλιν;
那么,那些建议坚持战争的人为什么还要胡言乱语并欺骗我们,而不是公开建议我们不流一滴血、不费吹灰之力,现在就把城市奉献给敌人呢?

词汇与语法注释

  1. 6.51.1οὕτω δὲ κακῶς ἐχόντων ἡμῖν τῶν ὑπαιθρίων — 属格绝对结构。τῶν ὑπαιθρίων 作为中性复数名词使用,意为“城外的状况”或“领地的情势”,ἡμῖν 是表示利害关系的与格(对我们而言)。
  2. 6.51.1οὐ πάνυ βέβαιοι τεταραγμένης ἀριστοκρατίας φύλακες — τεταραγμένης ἀριστοκρατίας 是属格,修饰名词 φύλακες(“动荡中贵族政体的守护者”)。虽然在语法上也可以将其解释为属格绝对结构(“在贵族政体动荡之时”),但将其视为修饰名词的属格能形成更紧密的语义联系。
  3. 6.51.2ὁ μηδένα χρόνον ἡμᾶς εὐσταθεῖν ταῖς διανοίαις ἐῶν πόλεμος — 现在分词 ἐῶν(源自 ἐάω)与定冠词 ὁ 一起构成了相当于关系从句的修饰结构,修饰名词 πόλεμος。ἡμᾶς 是不定式 εὐσταθεῖν 的宾格主语,整句意为“不允许我们的精神有片刻安宁的战争”。
  4. 6.51.3ἀπαλλακτέον ἡμῖν καὶ ταῦτα τὰ σώματα ἐκποδών — 使用动形容词 ἀπαλλακτέον 的无人称结构。逻辑主语(行为者)由与格 ἡμῖν 表示,而被排除的对象则基于动形容词的及物动词性用法,由宾格 ταῦτα τὰ σώματα 表达。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.51.1-6.51.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.51.1-6.51.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。