§6.52.1ἀλλʼ ἴσως ἔγωγε τετύφωμαι ταῦτα λέγων καὶ τὰ μὴ δεινὰ ἀξιῶ δεδιέναι· τῇ πόλει δʼ οὐδὲν ἕτερον ἤδη που κινδυνεύεται ἢ μεταβολή, πρᾶγμα οὐ χαλεπόν, κατὰ πολλήν τʼ ἂν ἡμῖν εὐπέτειαν ἐκ παντὸς ἔθνους καὶ τόπου θῆτά τε καὶ πελάτην ὄχλον εἰσδέξασθαι γένοιτο.
但也许我说了这些话是糊涂了,竟然认为应该去害怕那些并不可怕的事情;而对城邦而言,如今面临风险的无非是一场人口更迭,这并非难事,并且我们可以极为轻易地从任何民族和地方接纳一批日雇工和保护民组成的乌合之众。
τουτὶ γάρ ἐστιν, ὃ πολλοὶ θρυλοῦσι τῶν ἐναντιουμένων τῷ δημοτικῷ, καὶ μὰ Δίʼ οὐχ οἱ φαυλότατοι.
因为这正是许多反对平民的人所鼓吹的,而凭宙斯起誓,他们绝非最卑微之辈。
§6.52.2εἰς τοῦτο γὰρ ἤδη τινὲς ἥκουσιν εὐηθείας, ὥστε μὴ γνώμας εἰσηγεῖσθαι σωτηρίους, ἀλλʼ εὐχὰς λέγειν ἀδυνάτους, οὓς ἡδέως ἂν ἐροίμην, ποία μὲν ἡμῖν χρόνου δοθήσεται περιουσία περὶ ταῦτα τὰ πράγματα γινομένοις οὕτως ἐγγὺς ὄντων τῇ πόλει τῶν ἐχθρῶν;
因为有些人已经愚蠢到了这种地步,以至于不提出得救的建议,反而说出一些无法实现的愿望,我很想问问他们,在敌人离城邦如此之近的情况下,我们这些专注于此类事务的人,还能得到怎样的余暇?
ποία δὲ συγγνώμη τῷ χρονισμῷ καὶ τῇ μελλήσει τῶν ἐλευσομένων συμμάχων, ἐν οὐ χρονίζουσιν οὐδὲ μέλλουσι δεινοῖς;
在不拖延、不犹疑的危险之中,对于那些即将到来的盟友的拖延和迟疑,又能有什么宽容呢?
τίς δʼ ὁ παρέξων τὸ ἀσφαλὲς ἀνὴρ ἢ θεὸς καὶ κατὰ πολλὴν ἡσυχίαν συνάξων ἐκ παντὸς τόπου καὶ παραπέμψων δεῦρο τὴν ἐπικουρίαν;
又是哪个人或神明能保障安全,并在极其宁静的环境下从各地召集援助并护送至此?
ἔτι δὲ δή, οἱ τὰς ἑαυτῶν πατρίδας ἐκλείψοντες καὶ πρὸς ἡμᾶς μεταναστησόμενοι τίνες ἔσονται;
再者,那些将要抛弃自己祖国并移居到我们这里的人,会是些什么人呢?
πότερον οἱ οἰκήσεις τε καὶ ἐφέστια καὶ βίους καὶ τὸ τιμᾶσθαι παρὰ τοῖς πολίταις διὰ πατέρων ἐπιφάνειαν ἢ δόξαν οἰκείας ἀρετῆς ἔχοντες;
难道是那些因父辈的名望或自身美德的声誉,而在同胞市民中拥有住宅、家园、生计和尊荣的人吗?
καὶ τίς ἂν ὑπομείνειε τὰ οἰκεῖα παραλιπὼν ἀγαθὰ τῶν ἀλλοτρίων γλίσχρως μεταλαβεῖν κακῶν;
又有谁能忍受抛弃自己的福祉,去勉强分享他人的祸患呢?
οὐ γὰρ εἰρήνης καὶ τρυφῆς μεταληψόμενοι δεῦρο ἥξουσιν, ἀλλὰ κινδύνων καὶ πολέμου, ἐξ ὧν ἄδηλον, §6.52.3εἰ κατορθωθήσεται τὸ τέλος.
因为他们来到这里不是为了分享和平与奢华,而是为了分担危险与战争,而在这些之后,结局是否能够成功尚不可知。
ἢ τὸ δημοτικὸν καὶ ἀνέστιον ἐπαξόμεθα πλῆθος, οἷον καὶ τὸ ἐνθένδε ἀπελαθὲν ἦν, δηλονότι καὶ διὰ χρέα καὶ καταδίκας καὶ τὰς ὁμοιοτρόπους ταύταις συμφορὰς ἀγαπητῶς ὅποι ἂν τύχῃ μεθιδρυσόμενον;
抑或我们要招来那些无家可归的平民群众,就像从这里被驱逐出去的那些人一样,显然,他们是因为债务、判刑以及类似的厄运,才乐于随遇而安地在任何地方重新定居?
ὃ κἂν τἆλλα χρηστὸν ᾖ καὶ μέτριον, ἵνα καὶ τοῦτʼ αὐτῷ χαρισώμεθα, διὰ τοῦτο γέ τοι τὸ μήτε οἰκεῖον εἶναι μήτε ὁμοδίαιτον, μήτε ἐθισμῶν καὶ νόμων καὶ παιδείας ἔσεσθαι τῆς παρʼ ἡμῖν ἔμπειρον, μακρῷ δή που καὶ τῷ παντὶ κάκιον ἂν εἴη τοῦ παρʼ ἡμῖν.
这群人哪怕在其他方面都是善良温和的——姑且让我们在这点上宽待他们——但仅凭他们既非同胞、又不同俗,且对我们这里的习俗、法律和教育毫无经验这一事实,他们肯定要在很大程度上且在方方面面都远比我们自己的平民还要糟糕。