Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.49.1-6.49.5

新执政官的选出与梅内尼乌斯·阿格里帕的演说

第 455 段,共 962 段 · 希腊语

内容简介

在执政官空缺的危机中,人民选举科米尼乌斯和卡西乌斯担任执政官。新任执政官立即召集元老院,并邀请深受敬重的温和派成员梅内尼乌斯·阿格里帕就与平民和解一事发表意见,阿格里帕由此开始了他的演说。

§6.49.1ὁ δὲ δῆμος, ἐπειδὴ παρῆν ὁ χρόνος, ἐν ᾧ τὰς ἀρχὰς ἐπικυροῦν ἔδει συνελθόντας εἰς τὸ πεδίον, οὐδενὸς οὔτε μετιόντος τὴν ὑπατείαν οὔτε διδομένην ὑπομένοντος λαβεῖν, αὐτὸς ἀποδείκνυσιν ὑπάτους ἐκ τῶν εἰληφότων ἤδη τὴν ἀρχὴν ταύτην δήμῳ τε κεχαρισμένους ἄνδρας καὶ ἀριστοκρατίᾳ, Πόστομον Κομίνιον καὶ Σπόριον Κάσσιον, ὑφʼ οὗ Σαβῖνοι καταπολεμηθέντες τῆς ἡγεμονίας ἀπέστησαν, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Τισικράτης Κροτωνιάτης, ἄρχοντος Ἀθήνησι Διογνήτου.
至于人民,当他们必须聚集在平原上确认政务官的时刻到来时,在没有人谋求执政官职位、也没有人在职位被授予时愿意接受的情况下,他们自己从已经担任过该职位、且深受平民和贵族喜爱的人中任命了执政官:即波斯图穆斯·科米尼乌斯和斯普里乌斯·卡西乌斯,后者曾击败萨宾人,使其放弃了霸权;这是在第七十二届奥林匹克运动会期间(克罗托那的蒂西克拉特获得了短跑比赛冠军),当时迪奥格内托斯在雅典担任执政官。
§6.49.2οὗτοι παραλαβόντες τὴν ἀρχὴν καλάνδαις Σεπτεμβρίαις θᾶττον ἢ τοῖς προτέροις ἔθος ἦν, πρὶν ἢ τῶν ἄλλων τι διαπράξασθαι βουλὴν συγκαλέσαντες περὶ τῆς καθόδου τῶν δημοτικῶν λέγειν ἠξίουν, ἥν τινα διάνοιαν ἔχει, πρῶτον ἀποφήνασθαι παρακαλοῦντες ἄνδρα ἡλικίας ἐν τῇ κρατίστῃ τότε ὄντα καὶ συνέσει δοκοῦντα τῶν ἄλλων διαφέρειν, μάλιστα δʼ ἐπὶ τῇ προαιρέσει τῶν πολιτευμάτων ἐπαινούμενον, ὅτι τῆς μέσης τάξεως ἦν, οὔτε τὴν αὐθάδειαν τῶν ἀριστοκρατικῶν αὔξων οὔτε τῷ δήμῳ ὅσα βουληθείη πράττειν ἐπιτρέπων, Ἀγρίππαν Μενήνιον·
他们在九月朔日接掌了这一职位,比前任们的惯例要早。 在办理其他任何事务之前,他们便召集了元老院,要求就平民的归来发表意见;他们邀请一位当时正值盛年、在智慧上被公认为出类拔萃的男子首先发表他持有什么看法。 此人因其政治立场而最受赞誉,因为他属于中庸派,既不助长贵族的傲慢,也不允许平民为所欲为:他就是梅内尼乌斯·阿格里帕。
ὃς ἐπὶ τὰς διαλλαγὰς τὴν βουλὴν παρεκάλει τάδε λέγων· §6.49.3εἰ μὲν ἅπασιν, ὦ βουλή, τοῖς παροῦσι τὴν αὐτὴν γνώμην συνέβαινεν ἔχειν, καὶ μηδεὶς ἔμελλε ταῖς πρὸς τὸν δῆμον διαλλαγαῖς ἐμποδὼν ἔσεσθαι, ἐφʼ οἷς δὲ διαλυσόμεθα πρὸς αὐτοὺς εἴτε δικαίοις οὖσιν εἴτε μή, ὅμως ταῦτα προὔκειτο μόνον σκοπεῖν, διʼ ὀλίγων ἂν ὑμῖν ἐδήλωσα λόγων, ἃ φρονῶ.
他敦促元老院进行和解,并发表了如下讲话: “元老院议员们,如果今天在座的诸位碰巧都持有相同的意见,并且没有人打算阻挠与平民的和解,而我们唯一需要考虑的只是以何种条件(无论是否公正,总之是那些条件)与他们达成和解,那么我本可以用极少的语言向你们表明我的想法。
§6.49.4ἐπεὶ δὲ καὶ αὐτὸ τοῦτό τινες οἴονται βουλῆς ἔτι δεῖν, πότερον ἡμῖν ἄμεινόν ἐστι συμβῆναι πρὸς τοὺς ἀφεστηκότας ἢ πολεμεῖν, οὐχ ἡγοῦμαι ῥᾴδιον εἶναί μοι διʼ ὀλίγης δηλώσεως, ὅ τι χρὴ πράττειν παραινέσαι, ἀλλʼ ἀνάγκη διὰ πλειόνων διδάξαι λόγων τοὺς πρὸς τὰς διαλλαγὰς ἀλλοτρίως ἔχοντας ὑμῶν, ὅτι τἀναντία συμπείθουσιν ἢ καὶ δεδίττεσθαι μέλλοντες ὑμᾶς τὰ φαυλότατα τῶν χαλεπῶν καὶ ῥᾳδίας ἔχοντα τὰς ἐπανορθώσεις ὀρρωδοῦντας τῶν μεγίστων τε καὶ ἀνιάτων ἱκανῶς ἀπερισκέπτως ἔχουσι.
但由于有些人认为,甚至连这最根本的一点仍需要商榷——即我们与脱离者达成妥协更好,还是向他们宣战更好——我不认为仅凭简短的说明就能容易地建议我们应当怎么做;相反,有必要用更多的言辞去说服你们当中那些反对和解的人,指出他们所劝说的是相反的道路,或者,在企图恐吓你们的同时,由于畏惧那些最微不足道且容易补救的困难,而对那些最大且无可救药的危险麻木不仁,这实在是极其轻率。
καὶ τοῦτο πεπόνθασι παρʼ οὐδὲν ἕτερον ἢ ὥστε λογισμῷ μὴ κρίνειν τὸ συμφέρον, ἀλλὰ θυμῷ καὶ μανίᾳ.
他们之所以陷入这种境地,并非因为别的,而是因为他们不用理性去判断何为有利,而是凭着愤怒和狂热。
§6.49.5πῶς γὰρ ἂν οὗτοι λέγοιντο προορᾶσθαί τι τῇ διανοίᾳ τῶν χρησίμων ἢ δυνατῶν, οἵ τινες ὑπολαμβάνουσι τηλικαύτην πόλιν καὶ τοσούτων πραγμάτων κυρίαν ἤδη ἐπίφθονόν τε καὶ λυπηρὰν τοῖς περιοίκοις γιγνομένην, ἢ δίχα τοῦ δημοτικοῦ δυνήσεσθαι κατέχειν τε καὶ σώζειν τὰ ἔθνη ῥᾳδίως, ἢ ἕτερον ἐπάξεσθαι δῆμον ἀντὶ τοῦ πονηροτέρου κρείττονα, ὃς αὐτοῖς προπολεμήσει τε τῆς ἀρχῆς καὶ κατὰ πολλὴν ἡσυχίαν συμπολιτεύσεται, παρέχων καὶ ἐν εἰρήνῃ καὶ κατὰ πολέμους ἑαυτὸν μέτριον;
因为,那些持如下设想的人,怎能说是在脑海中预见到了任何有益或可行的事情呢? 他们设想,这样一座庞大的、已经主宰了如此多事务的城市,如今正成为邻里羡慕和怨恨的对象,却能够在没有平民力量的情况下,轻易地维系并保卫这些臣属,或者设想,他们可以引入另一个更好的平民群体来取代现在这个较差的平民群体,而那个新的群体将会为他们的统治而战,在大体平静的状态下与他们共同治理国家,并在和平与战争中都表现得温顺?
οὐδὲν γὰρ ἂν ἕτερον ἔχοιεν εἰπεῖν, ᾧ πιστεύοντες ἀξιώσουσιν ὑμᾶς μὴ δέχεσθαι τὰς διαλλαγάς.
因为,除了这些,他们再也说不出任何可以凭信的理由,来要求你们拒绝和解。 ”

词汇与语法注释

  1. 6.49.1οὐδενὸς οὔτε μετιόντος τὴν ὑπατείαν οὔτε διδομένην ὑπομένοντος λαβεῖν — 这是一个属格绝对构文,包含由否定关联词 `οὔτε... οὔτε` 连接的两个现在分词 `μετιόντος` 和 `ὑπομένοντος`(支配不定式 `λαβεῖν`)。它引入了与主句(`αὐτὸς ἀποδείκνυσιν` 中的 `ὁ δῆμος`)不同的主语 `οὐδενός`,以此说明背景情况。
  2. 6.49.2Ἀγρίππαν Μενήνιον — 宾格专有名词 `Ἀγρίππαν Μενήνιον` 是分词 `παρακαλοῦντες`(“邀请”)的直接宾语,与前文的 `ἄνδρα`(“男子”)呈同格关系。该专有名词与支配它的分词之间被夹着一段长描述句(`ἡλικίας... ἐπιτρέπων`),详细说明了他的年龄、智慧以及其中庸的政治立场,从而构成了显著的语顺离隔(超步法)。
  3. 6.49.3εἰ μὲν ἅπασιν... ἂν ὑμῖν ἐδήλωσα — 这是一个与事实相反的虚拟条件句。条件从句(protasis)由 `εἰ` 结合未完成过去时直陈语气(`συνέβαινεν`、`ἔμελλε`、`προὔκειτο`)构成,主句(apodosis)则采用语助词 `ἄν` 配合不定过去时直陈语气 `ἐδήλωσα`。不定过去时直陈语气加上 `ἄν` 表明若条件满足,该动作在过去本已完成。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.49.1-6.49.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.49.1-6.49.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。