Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.46.1-6.46.3

平民出逃罗马与城内的混乱

第 452 段,共 962 段 · 希腊语

内容简介

平民脱离的消息在罗马城内引起极大混乱,贵族试图阻拦。平民冲破守卫大举出城,不仅是债务人,各类对现行体制不满的人也纷纷加入他们在圣山的行列。

§6.46.1ὡς δʼ ἠγγέλθη ταῦτα τοῖς ἐν τῇ πόλει, πολὺς θόρυβος καὶ οἰμωγὴ ἦν καὶ διὰ τῶν στενωπῶν δρόμος, τοῦ μὲν δήμου καταλιπεῖν τὴν πόλιν παρασκευαζομένου, τῶν δὲ πατρικίων ἀποτρέπειν ἀξιούντων καὶ βίαν τοῖς μὴ βουλομένοις προσφέρειν·
当这些消息传到城内的人们耳中时,引起了极大的混乱和哀叹,人们在狭窄的街道上奔跑。 因为平民们正准备离开这座城市,而贵族们则坚决要阻止他们,甚至对那些不愿留下的人诉诸暴力。
βοή τε περὶ τὰς πύλας καὶ πολὺς ἀνακλαυθμὸς ἦν λόγοι τε κατʼ ἀλλήλων ἐχθροὶ καὶ ἔργα πολεμίων ἐγίνοντο οὐκέτι διακρίνοντος οὐδενὸς οὔτε ἡλικίαν οὔτε ἑταιρίαν οὔτε ἀξίωσιν ἀρετῆς.
城门周围响起了呼喊声和极大的痛哭声,彼此之间出现了敌对言论和敌对行为,再也没有人顾及年龄、交友关系或美德的尊严。
§6.46.2ἐπειδὴ δʼ οἱ ταχθέντες ὑπὸ τῆς βουλῆς φρουρεῖν τὰς ἐξόδους· ἦσαν γὰρ δὴ ὀλίγοι καὶ οὐχ ἱκανοὶ ἔτι ἀντέχειν· ἐκβιασθέντες ὑπὸ τοῦ δήμου κατέλιπον τὴν φυλακήν, τότε ἤδη τὸ δημοτικὸν πολὺ ἐξεχεῖτο, καὶ τὸ πάθος ἦν ἁλώσει πόλεως ἐμφερές, οἰμωγή τε τῶν ὑπομενόντων καὶ κατάμεμψις ἀλλήλων ἐγίνετο ἐρημουμένην τὴν πόλιν ὁρώντων.
当那些被元老院派遣去把守出口的人——因为他们人数确实很少,已不足以抵抗——在平民的强迫下放弃了守卫,此时平民们便大举涌出城外,其惨状如同城市陷落一般。 看着城市变得空无一人,留下来的人发出了哀叹,并开始互相指责。
μετὰ τοῦτο βουλαί τε συχναὶ καὶ κατηγορίαι τῶν αἰτίων τῆς ἀποστάσεως ἐγίνοντο.
在此之后,频繁的会议和对造成这次脱离的责任者进行的指控接踵而至。
ἐν δὲ τῷ αὐτῷ καιρῷ καὶ τὰ πολέμια ἔθνη ἐπετίθεντο αὐτοῖς προνομεύοντα τὴν γῆν ἄχρι τῆς πόλεως.
与此同时,敌对的民族也袭击了他们,一路上掠夺土地直逼城下。
οἱ μέντοι ἀποστάται τὸν ἀναγκαῖον ἐπισιτισμὸν ἐκ τῶν πλησίον ἀγρῶν λαμβάνοντες, ἄλλο δʼ οὐδὲν τὴν χώραν κακουργοῦντες, ἔμενον ὑπαίθριοι καὶ τοὺς προσιόντας ἐκ τῆς πόλεως καὶ τῶν πέριξ φρουρίων ὑπελάμβανον συχνοὺς ἤδη γινομένους.
然而,脱离者们只是从附近的田地里获取必要的粮食,在其他方面并未破坏国土,他们继续露天扎营,并接纳了从城市及周边堡垒前来投奔的人,此时这些人已经变得非常众多。
§6.46.3οὐ γὰρ μόνον οἱ τὰ χρέα καὶ τὰς καταδίκας καὶ τὰς προσδοκωμένας ἀνάγκας διαφυγεῖν προαιρούμενοι συνέρρεον ὡς αὐτούς, ἀλλὰ καὶ τῶν ἄλλων, ὅσοις ὁ βίος ἦν ἀργὸς ἢ ῥᾴθυμος ἢ ταῖς ἐπιθυμίαις χορηγεῖν οὐχ ἱκανὸς ἢ πονηρῶν ἐπιτηδευμάτων ζηλωτὴς ἢ φθονερὸς ταῖς ἑτέρων εὐτυχίαις ἢ διʼ ἄλλην τινὰ συμφορὰν ἢ αἰτίαν ἀλλοτρίως διακείμενος τῇ καθεστώσῃ πολιτείᾳ.
因为不仅是那些企图逃避债务、判决和预期困境的人聚集到他们那里,还有其他那些生活懒散或怠惰、或不足以满足自身欲望、或热衷于邪恶行径、或嫉妒他人幸运、或因其他某种灾祸或原因而对现行体制抱有敌意的人。

词汇与语法注释

  1. 6.46.1τοῦ μὲν δήμου καταλιπεῖν τὴν πόλιν παρασκευαζομένου, τῶν δὲ πατρικίων ἀποτρέπειν ἀξιούντων — 独立属格(genitive absolute)结构,解释了主句“引起了极大的混乱和哀叹”(θόρυβος καὶ οἰμωγὴ ἦν)的原因或伴随状况。
  2. 6.46.2τῶν ὑπομενόντων καὶ κατάμεμψις ἀλλήλων ἐγίνετο ἐρημουμένην τὴν πόλιν ὁρώντων — 现在分词属格 ὁρώντων 与前面的 τῶν ὑπομενόντων(留下来的人)一致并修饰它。整个属格短语作为主语性属格(subjective genitive)修饰名词 οἰμωγή(哀叹)和 κατάμεμψις(指责)。
  3. 1145τῶν ἄλλων, ὅσοις — τῶν ἄλλων 是部分属格,省略了先行词(如 ἐκεῖνοι),并由 ὅσοις 引导的关系从句修饰。意为“在其他那些……的人中”,它与前面的 οἱ τὰ χρέα... 并列,构成了动词 συνέρρεον 的实际主语的一部分。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.46.1-6.46.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.46.1-6.46.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。