Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.42.1-6.42.3

十个军团的编组与对三族的迅速胜利

第 448 段,共 962 段 · 希腊语

内容简介

平民相信了独裁官的提议并同意出征,新组建的十个军团分三路出发,罗马军队迅速击败并降服了沃尔斯奇人、萨宾人和埃奎人。

§6.42.1ταῦτʼ εἰπόντος αὐτοῦ πᾶς ὁ δῆμος ἄσμενος ἀκούσας ὡς οὐδὲν ἔτι φενακισθησόμενος ὑπέσχετο συνάρασθαι τοῦ πολέμου, καὶ γίνεται δέκα στρατιωτικὰ τάγματα, ἐξ ἀνδρῶν τετρακισχιλίων ἕκαστον.
在他发表这番讲话后,全体民众欣然倾听,相信自己绝不会再受欺骗,便承诺共同参与战争。 于是组建了十个军团,每个军团各由四千人组成。
τούτων τρία μὲν ἑκάτερος τῶν ὑπάτων ἔλαβε καὶ τῶν ἱππέων ὅσον ἑκάστῳ προσεμερίσθη· τὰ δὲ τέτταρα καὶ τοὺς λοιποὺς ἱππεῖς ὁ δικτάτωρ.
在这些军团中,两位执政官各领三个军团以及分配给各自的骑兵,而独裁官则领其余四个军团及剩下的骑兵。
καὶ αὐτίκα παρασκευασάμενοι ᾤχοντο διὰ τάχους ἐπὶ μὲν Αἰκανοὺς Τῖτος Οὐετούριος, ἐπὶ δʼ Οὐολούσκους Αὖλος Οὐεργίνιος, αὐτὸς δʼ ὁ δικτάτωρ Οὐαλέριος ἐπὶ Σαβίνους, τὴν δὲ πόλιν ἅμα τοῖς γεραιτέροις καὶ ὀλίγῳ τινὶ στρατεύματι ἀκμαίῳ Τῖτος Λάρκιος ἐφύλαττεν.
他们随即做好准备,迅速出发:提图斯·维图里乌斯率军进攻埃奎人,奥卢斯·维尔吉尼乌斯率军进攻沃尔斯奇人,独裁官瓦莱里乌斯本人则率军进攻萨宾人;至于城市,则由提图斯·拉尔基乌斯协同长者们及少数精壮的守卫部队负责留守。
§6.42.2ὁ μὲν οὖν Οὐολούσκων πόλεμος ταχεῖαν τὴν κρίσιν ἔλαβε·
于是,与沃尔斯奇人的战争很快见出了分晓。
πλήθει γὰρ ὑπεραίρειν πολὺ νομίσαντες τῶν προτέρων κακῶν ἀναμνησθέντες, ἀγωνισταὶ ταχίους ἢ φρονιμώτεροι ἀναγκασθέντες γενέσθαι θᾶττον πρῶτοι ὥρμησαν ἐπὶ τοὺς Ῥωμαίους, ἡνίκα ὤφθησαν ἐν συνόψει στρατοπεδεύσαντες.
因为他们自认为在人数上占了极大优势,又想起了先前的惨败,被迫成为了急躁而非理智的战士,一旦看到罗马人在视野范围内安营扎寨,便以更快的速度率先向他们发起冲锋。
γενομένης δὲ μάχης καρτερᾶς πολλὰ μὲν δράσαντες γενναῖα, πλείω δὲ τὰ δεινὰ ὑπομείναντες εἰς φυγὴν τρέπονται, καὶ ὅ τε χάραξ αὐτῶν ἑάλω καὶ πόλις ἐπιφανὴς ἐκ πολιορκίας παρέστη· Οὐέλιτραι δʼ
然而,在发生了一场激烈的战斗后,他们虽然表现得十分英勇,但遭受了更为惨重的打击,最终落荒而逃。 不仅他们的营地被攻占,一座名城也在被包围后降伏,其名为维利特雷。
§6.42.3ὄνομα αὐτῇ.
该城的名字。
ὁμοίως δὲ καὶ τὸ Σαβίνων φρόνημα ἐν ὀλίγῳ πάνυ ἐταπεινώθη χρόνῳ μιᾷ παρατάξει ἐξ ἀμφοτέρων βουληθέντων ἐπικρατεῖν.
同样地,萨宾人的气焰也在极短的时间内因一次交锋而被平息,因为双方都希望通过一次会战来决定胜负。
ἔπειτα ἥ τε χώρα προὐνομεύθη, καὶ πολίχναι τινὲς ἑάλωσαν, ἐξ ὧν πολλὰ καὶ σώματα καὶ χρήματα οἱ στρατιῶται ἔλαβον.
此后,他们的领土遭到劫掠,几座小城镇被攻占,士兵们从中获取了大量人口和财物。
Αἰκανοὶ δὲ τὰ τῆς ἀσθενείας ἑαυτῶν ὑφορῶντες ἐπεὶ τὰ τῶν συμμάχων τέλος ἔχοντα ἐπύθοντο, χωρίοις τʼ ἐχυροῖς ἐπεκάθηντο καὶ εἰς μάχας οὐ προῄεσαν, τάς τʼ ἀποχωρήσεις, ὅπῃ ἐδύναντο, διʼ ὀρῶν ἢ δρυμῶν κρυφαίας ἐποιοῦντο, καὶ διέτριψαν μὲν ἄχρι τινὸς διαφέροντες τὸν πόλεμον· οὐ μέντοιγε διασώσασθαι ἀθῶον τὴν στρατιὰν ἐδυνήθησαν ἐπιθεμένων αὐτοῖς τῶν Ῥωμαίων ἐν χωρίοις κρημνώδεσι τολμηρῶς καὶ λαβόντων τὸ στρατόπεδον κατὰ κράτος.
而埃奎人察觉到自身的软弱,当得知盟友的结局后,便据守在险要之地而不愿出战,并尽可能秘密地穿过山林进行撤退。 他们通过拖延战争支持了一段时间,但由于罗马人在险峻的地势中英勇地向他们发起进攻,并强力攻占了他们的营地,他们终究未能使军队免受损失。
ἔπειτα φυγή τʼ αὐτῶν ἐκ τῆς Λατίνων γῆς ἐγένετο καὶ παραδόσεις τῶν πόλεων, ἃς ἔτυχον αὑτῶν τῇ πρώτῃ ἐφόδῳ καταλαβόμενοι, εἰσὶ δʼ ὧν καὶ ἐκ φιλονεικίας οὐκ ἐκλιπόντων τὰς ἄκρας ἁλώσεις.
随后,他们不仅逃离了拉丁人的土地,还交出了他们在首次袭击时占领的城市,而其中一些因固执而未放弃卫城的城镇也最终被攻陷。

词汇与语法注释

  1. 6.42.1ὡς οὐδὲν ἔτι φενακισθησόμενος — 连词 ὡς 与将来时被动分词连用,表示主句主语(πᾶς ὁ δῆμος)的主观意图、信念或期望,意为“相信自己绝不会再受欺骗”。
  2. 6.42.2τῶν προτέρων κακῶν ἀναμνησθέντες — 不定过去时被动分词 ἀναμνησθέντες 具有主动或中动意义(“回想起”),作为表示记忆的动词,其宾语采用属格(τῶν προτέρων κακῶν)。
  3. 6.42.3εἰσὶ δʼ ὧν — 希腊语常见惯用语 ἔστιν ὧν(“有一些……”)的变体。在此处,动词根据复数语境变为 εἰσίν,且关系代词受先行词“城市”(πόλεων)的影响而同化为属格 ὧν。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.42.1-6.42.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.42.1-6.42.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。