Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.41.1-6.41.3

瓦莱里乌斯的团结呼吁与免除债务保证

第 447 段,共 962 段 · 希腊语

内容简介

瓦莱里乌斯否认了关于他与元老院共谋欺骗平民的嫌疑,并敦促平民团结一致对抗沃尔斯奇人和萨宾人。他承诺暂时免除罗马市民财产和身体因债务而受到的扣押,并保证在取得胜利后解决债务问题并给予丰厚奖赏。

§6.41.1οὐ γὰρ δήπου συνεξαπατᾶν ὑμᾶς ἐπιστάμενον τὴν ἀπάτην καὶ βουλευσάμενόν με μετὰ ταύτης συγκακουργεῖν ὑπολαμβάνετε.
因为你们绝不至于认为,我是在明知这欺骗手段并与元老院共谋的情况下,来协同作恶以欺骗你们。
εἰ γὰρ ταῦτα ὑμῖν εἰσέρχεται περὶ ἐμοῦ ὡς ἁπάντων ἀνθρώπων κακουργοτέρου,. . . ὅ τι βούλεσθε χρώμενοί μοι ταύτης μὲν τῆς ὑποψίας ἐμοὶ πειθόμενοι τὰς ψυχὰς ἐλευθερώσατε, ἐπὶ δὲ τοὺς πολεμίους τὴν ὀργὴν μετάθετε ἀπὸ τῶν φίλων, οἳ πόλιν τε ὑμᾶς ἀφελούμενοι ἥκουσι καὶ ἀντʼ ἐλευθέρων δούλους ποιήσοντες καὶ τἆλλα, ὅσα δεινὰ ἐν ἀνθρώποις νενόμισται, διαθεῖναι σπεύδοντες οὐ πόρρω τῆς χώρας εἶναι ἀγγέλλονται.
因为如果关于我,你们脑海中产生了这样的想法,把我当成所有人中最邪恶的人,……那么请随意处置我,但请听从我的劝告,将你们的心灵从这种怀疑中解放出来,把愤怒从朋友身上转到敌人身上;据报道,这些敌人不仅已经逼近我们的领土,而且正企图夺走你们的城市,把你们从自由人变成奴隶,并急于施加人间公认的一切可怕灾难。
§6.41.2προθύμως οὖν ἀπολύσασθε τὰς διαβολὰς καὶ δείξατε αὐτοῖς, ὅτι καὶ στασιάζουσα ἡ Ῥωμαίων δύναμις κρείττων ἑτέρας ἐστὶν ὁμονοούσης·
因此,请热切地消除这些诽谤,并向他们证明,罗马人的力量即使在内讧中也优于其他团结一致的国家。
ἢ γὰρ οὐχ ὑπομενοῦσιν ὑμᾶς ἐπιόντας ὁμοθυμαδὸν ἢ δίκας ὑφέξουσι τῆς τόλμης ἀξίας·
因为他们要么无法抵挡你们万众一心的进攻,要么将为自己的狂妄付出应有的代价。
ἐνθυμήθητε γάρ, ὅτι Οὐολοῦσκοι καὶ Σαβῖνοί εἰσιν, ὧν πολλάκις ἐκρατήσατε μαχομένων, οἱ τὸν πόλεμον ἐπάγοντες ὑμῖν, οὔτε σώματα νῦν μείζονα λαβόντες οὔτε ψυχὰς τῶν προτέρων ἀλκιμωτέρας κτησάμενοι, ἀλλʼ ὡς ἐχθρῶς πρὸς ἀλλήλους ἐχόντων καταφρονήσαντες ὑμῶν.
请记住,向你们挑起战争的是你们在战斗中多次击败的沃尔斯奇人和萨宾人,他们如今既没有获得更庞大的体魄,也没有拥有比以前更勇敢的灵魂,而只是因为看到你们彼此敌对,才轻视你们。
ὅταν δὲ τοὺς πολεμίους τιμωρήσησθε, ἐγγυῶμαι ὑμῖν τὴν βουλὴν ἐγὼ τάς τε ὑπὲρ τῶν χρεῶν φιλονεικίας καὶ ὅ τι ἂν ἄλλο παρʼ αὐτῆς αἰτῆσθε μέτριον, ἀξίως τῆς ἀρετῆς, ἣν ἂν παράσχησθε ἐν τῷ πολέμῳ, βραβεύσειν.
一旦你们惩罚了敌人,我向你们保证,元老院将会以配得上你们在战争中所展现的英勇的态度,来裁决有关债务的争端以及你们向其提出的任何其他合理要求。
§6.41.3τέως δʼ ἀφείσθω πᾶσα μὲν οὐσία, πᾶν δὲ σῶμα, πᾶσα δʼ ἐπιτιμία πολίτου Ῥωμαίου ἀρρυσίαστος ἀπό τε δανείου καὶ ἄλλου παντὸς συμβολαίου.
在此期间,罗马公民的一切财产、身体和公民权,均应免受因债务或任何其他契约而产生的扣押。
τοῖς δὲ προθύμως ἀγωνισαμένοις κάλλιστος μὲν στέφανος πόλις ἥδε ἡ γειναμένη στᾶσα ὀρθή, καλὸς δὲ καὶ ὁ παρὰ τῶν συνόντων ἔπαινος ὑπάρξει· καὶ ὁ παρʼ ἡμῶν κόσμος ἱκανὸς οἶκόν τʼ ἐπανορθῶσαι χρήμασι καὶ γένος ἐπιλαμπρῦναι τιμαῖς.
对于那些英勇奋斗的人来说,这个孕育了他们的城市巍然屹立将是他们最美丽的桂冠,来自同胞的赞美也将是极佳的奖赏;而我们所给予的荣耀,将足以用金钱重振家业,用荣誉光耀门楣。
παράδειγμά τε ὑμῖν ἀξιῶ γενέσθαι τοὐμὸν εἰς τοὺς κινδύνους πρόθυμον· ὑπεραγωνιοῦμαι γὰρ ὡς ὁ κράτιστα ἐρρωμένος ὑμῶν.
我希望我面对危险时的积极态度能成为你们的榜样,因为我将像你们中最强壮的人一样,为你们而战。

词汇与语法注释

  1. 6.41.1συνεξαπατᾶν ὑμᾶς ἐπιστάμενον τὴν ἀπάτην καὶ βουλευσάμενόν με μετὰ ταύτης συγκακουργεῖν ὑπολαμβάνετε — 一个依赖于主动词 ὑπολαμβάνετε 的“对格加不定式”结构。不定式的逻辑主语是第一人称单数对格代词 με,分词 ἐπιστάμενον 和 βουλευσάμενόν 与之保持性、数、格的一致。μετὰ ταύτης 指代前文提及的元老院(βουλή,阴性单数)。
  2. 6.41.2ὡς ἐχθρῶς πρὸς ἀλλήλους ἐχόντων — 属格分词 ἐχόντων 与前文省略的第二人称复数属格代词(即作为 καταφρονήσαντες 宾语的 ὑμῶν)一致。连词 ὡς 表示主观原因,意为“(敌人)因为认为你们彼此敌对(而轻视你们)”。
  3. 6.41.3τέως δʼ ἀφείσθω ¦1133¦ πᾶσα μὲν οὐσία, πᾶν δὲ σῶμα, πᾶσα δʼ ἐπιτιμία πολίτου Ῥωμαίου ἀρρυσίαστος — 第三人称单数被动命令式(ἀφείσθω)。主语是并列的三个主格名词(οὐσία、σῶμα、ἐπιτιμία),表语形容词为 ἀρρυσίαστος(免受扣押的、不可侵犯的),整体构成“让所有财产、身体及公民权均免受扣押”的法令式命令。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.41.1-6.41.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.41.1-6.41.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。