§6.39.1ταῦτʼ εἰπόντος Ἀππίου καὶ τῶν νέων ἐπιθορυβησάντων ὡς τὰ δέοντα εἰσηγουμένου, Σερουίλιός τʼ ἀντιλέξων ἀνέστη καὶ ἄλλοι τινὲς τῶν πρεσβυτέρων· ἡττῶντο δʼ ὑπὸ τῶν νεωτέρων ἐκ παρασκευῆς τʼ ἀφικνουμένων καὶ βίᾳ πολλῇ χρωμένων, §6.39.2καὶ πέρας ἐνίκησεν ἡ Ἀππίου γνώμη.
当阿庇乌斯说完这些话,年轻人们便鼓噪起来,认为他提出了必要的建议,这时塞尔维利乌斯以及其他一些年长者站起来准备予以反驳;但他们被那些有备而来且态度极其强硬的年轻人们所压制,最终,阿庇乌斯的意见占了上风。
καὶ μετὰ ταῦτα οἱ ὕπατοι κοινῇ γνώμῃ χρησάμενοι τῶν πλείστων οἰομένων τὸν Ἄππιον ἀποδειχθήσεσθαι δικτάτορα, ὡς μόνον ἐπικρατῆσαι τῆς προστασίας δυνησόμενον, ἐκεῖνον μὲν ἀπήλασαν, Μάνιον δʼ Οὐαλέριον ἀδελφὸν Ποπλίου Οὐαλερίου τοῦ πρώτου ὑπατεύσαντος καὶ δημοτικώτατον δοκοῦντα ἔσεσθαι καὶ ἄνδρα γηραιὸν ἀπέδειξαν, αὐτὸ τὸ φοβερὸν οἰόμενοι τῆς ἐξουσίας ἀποχρῆναι, ἀνδρὸς δὲ τὰ πάντα ἐπιεικοῦς τοῖς πράγμασι δεῖν, ἵνα μηδὲν ἐξεργάσηται νεώτερον.
此后,执政官们达成共识,尽管大多数人以为阿庇乌斯将被任命为独裁官,因为他被认为唯一能够掌握领导权的人,他们却排除了他,而任命了首任执政官普布利乌斯·瓦莱里乌斯的兄弟、被认为最倾向于平民且年事已高的马尼乌斯·瓦莱里乌斯。 因为他们认为,这项权力本身的威慑力已然足够,而国家大事需要一个在各方面都温和的人,以免他采取任何激进的变革举措。