§6.3.1παρεσκευασμένῳ δʼ αὐτῷ πάντα τἀπιτήδεια πρὸς τὸν πόλεμον ἧκον ἀγγέλλοντες οἱ σκοποὶ πανστρατιᾷ Λατίνους ἐξεληλυθότας· καὶ αὖθις ἕτεροι δηλοῦντες ἐξ ἐφόδου τι καταληφθῆναι πρὸς αὐτῶν χωρίον ἐχυρὸν Κορβιῶνα καλούμενον, ἐν ᾧ φρουρά τις ἦν Ῥωμαίων ἐνοικουροῦσα ὀλίγη· ἣν ἅπασαν διαφθείραντες καὶ τὸ χωρίον αὐτὸ κατασχόντες ὁρμητήριον ἐποιοῦντο τοῦ πολέμου· ἀνδράποδα δὲ καὶ βοσκήματα οὐ κατελάμβανον ἐν τοῖς ἀγροῖς χωρὶς τῶν ἐν τῷ Κορβιῶνι ἐγκαταληφθέντων, προανεσκευασμένων πρὸ πολλοῦ τῶν γεωργῶν εἰς τὰ προσεχέστατα τῶν ἐρυμάτων, ὅσα δύναμις ἦν ἑκάστοις φέρειν τε καὶ ἄγειν· οἰκίας δʼ αὐτῶν ἐνεπίμπρασαν ἐρήμους ἀφειμένας καὶ γῆν ἐδῄουν.
当他准备好战争所需的一切物资时,侦察兵前来报告,称拉丁人已全军出击;接着又有其他人来报告,说一个名叫科尔比翁的险要据点已被他们突袭攻占,那里原驻守着一支人数不多的罗马守备队;他们全歼了这支守备队,并占领了该地,将其作为战争的基地;除了在科尔比翁被遗留下的那些之外,他们在外野没有捕获到任何奴隶和牲畜,因为农民们早已把各自能够搬运和驱赶的财物,预先转移到了最近的防御工事之中;于是他们放火焚烧了农民们遗弃的空屋,并蹂躏了土地。
§6.3.2ἀφίκετο δʼ αὐτοῖς ἐξεστρατευμένοις ἤδη ἐξ Ἀντίου πόλεως ἐπιφανεστάτης τοῦ Οὐολούσκων ἔθνους στρατιά τε ἱκανὴ καὶ ὅπλα καὶ σῖτος καὶ ὅσων ἄλλων εἰς τὸν πόλεμον ἐδέοντο.
对已经出征的他们而言,从沃尔斯奇人最著名的城市安提乌姆,送来了充足的军队、武器、粮食以及他们战争所需要的一切其他物资。
ἐφʼ οἷς πάνυ θαρρήσαντες ἐν ἐλπίσι χρησταῖς ἦσαν, ὡς καὶ τῶν ἄλλων Οὐολούσκων συναρουμένων σφίσι τοῦ πολέμου τῆς Ἀντιατῶν πόλεως ἀρξαμένης.
这些援助使他们信心大增,并寄予了美好的期望,认为既然安提乌姆城已经带头,其他沃尔斯奇人也会和他们一起参与这场战争。
§6.3.3ταῦτα μαθὼν ὁ Ποστόμιος ἐξεβοήθει διὰ ταχέων πρὶν ἢ συνελθεῖν τοὺς πολεμίους ἅπαντας· ἀγαγὼν δʼ ἐν νυκτὶ τὴν σὺν αὑτῷ στρατιὰν πορείᾳ συντόνῳ πλησίον γίνεται τῶν Λατίνων ἐστρατοπεδευκότων παρὰ λίμνῃ Ῥηγίλλῃ καλουμένῃ ἐν ἐχυρῷ χωρίῳ καὶ τίθεται τὸν χάρακα κατὰ κεφαλῆς τῶν πολεμίων ἐν ὑψηλῷ λόφῳ καὶ δυσβάτῳ, ἔνθʼ ὑπομένων πολλὰ πλεονεκτήσειν ἔμελλεν.
波斯图穆斯得知此事后,在敌军全体会合之前,迅速带兵出击;他在夜间率领麾下军队强行军,逼近了在被称为雷吉鲁斯湖畔的险要地带设营的拉丁人,并在敌军上方的险峻高地上安设了营垒,若守在此处,他将占有诸多优势。