§6.33.1ἐν τούτῳ λέγεται τῷ πολέμῳ τοὺς ἱππεῖς τῶν Ῥωμαίων κρατίστους γενέσθαι, καὶ τὸν ἡγεμόνα αὐτῶν Αὖλον Ποστόμιον Ἄλβον, ὃς ἔσχε τὴν δικτάτορα ἀρχὴν ἐν τῷ πρόσθεν ἐνιαυτῷ.
在这个战争中,据说罗马人的骑兵表现最勇猛,他们的指挥官奥卢斯·波斯图米乌斯·阿尔布斯也是如此,他曾在前一年担任过独裁官之职。
τὸ μὲν γὰρ χωρίον, ἐν ᾧ ἡ μάχη ἐγένετο, ἥκισθʼ ἱππάσιμον ἦν καὶ κολωνούς τε πετρώδεις καὶ φάραγγας βαθείας εἶχεν, ὥστε μηδὲν ἑκατέροις τὴν ἵππον οἵαν τʼ εἶναι προσωφελεῖν.
因为发生战斗的那个地方最不适合骑兵通行,既有岩石累累的丘陵,又有深谷,因此双方的骑兵部队都无法提供任何帮助。
§6.33.2ὁ δὲ Ποστόμιος παρακελευσάμενος τοῖς ἀμφʼ αὑτὸν ἀπὸ τῶν ἵππων καταβῆναι καὶ ποιήσας στῖφος ἀνδρῶν ἑξακοσίων, ἐν οἷς μάλιστα ἔκαμνε τοῖς Ῥωμαίοις κατὰ πρανοῦς ὠθουμένοις χωρίου ἡ φάλαγξ, ἐν τούτοις συνάπτει τοῖς πολεμίοις, καὶ αὐτίκα συνίστησιν αὐτῶν τὰς τάξεις.
而波斯图米乌斯鼓动身边的部下下马,并组成了一支六百人的密集队伍,在罗马人的方阵因被推下斜坡而最为吃紧的地方,与敌人交战,并立刻阻遏了他们的队列。
ὡς δʼ ἅπαξ ἀνεκόπησαν οἱ βάρβαροι, θάρσος ἐνέπεσε τοῖς Ῥωμαίοις, καὶ φιλονεικία τοῖς πεζοῖς πρὸς τοὺς ἱππεῖς· καὶ καθʼ ἓν ἀμφότεροι πυργηδὸν ἐξωθοῦσι τὸ δεξιὸν κέρας τῶν πολεμίων ἕως τοῦ λόφου· καὶ οἱ μὲν τοῖς περὶ τὸν χάρακα φεύγουσιν ἑπόμενοι πολλοὺς ἀπέκτειναν, οἱ δὲ τοῖς ἔτι μαχομένοις κατὰ νώτου ἐπῆγον.
一旦蛮族被击退,罗马人便勇气大振,步兵与骑兵之间也产生了竞争之心;双方结成坚固如塔的方阵,将敌人的右翼一直推回到丘陵处;其中一方追击那些逃往营垒的人,杀伤甚多,而另一方则从背后袭击那些仍在战斗的人。
§6.33.3τρεψάμενοι δὲ κἀκείνους εἰς φυγὴν ἐπίπονόν τε καὶ βραδεῖαν τὴν ἀποχώρησιν ποιουμένους πρὸς ὀχθώδη χωρία ἐδίωκον, τένοντάς τε ὑποκόπτοντες ποδῶν καὶ τὰς ἰγνῦς πλαγίοις τοῖς ξίφεσι διαιροῦντες, ἕως ἐπὶ τὸν χάρακα αὐτῶν ἀφίκοντο.
在使那些人也败退之后,他们追击着那些向丘陵地带艰难而缓慢退却的人,斩断他们的足腱,用剑侧击割断他们的膝关节腱,直到追到他们的营垒。
βιασάμενοι δὲ καὶ τούτου τοὺς φύλακας οὐ πολλοὺς ὄντας ἐκράτησαν τοῦ στρατοπέδου καὶ διήρπασαν· ὠφελείας μέντοι οὐ πολλὰς εὗρον, ὅτι μὴ ὅπλα καὶ ἵππους, καὶ εἴ τι ἄλλο πολεμιστήριον χρῆμα ἦν.
他们强行突破了人数并不多的营垒守卫,攻占并劫掠了军营;然而,除了武器、马匹以及其他军用物资之外,他们并未发现太多战利品。
ταῦτα οἱ περὶ Σερουίλιον καὶ Ἄππιον ὕπατοι ἔπραξαν.
这些便是执政官塞鲁维里乌斯和阿庇乌斯所取得的战果。