§6.35.1συναχθείσης δὲ περὶ τούτου βουλῆς, κληθεὶς πρῶτος ὑπὸ τῶν ὑπάτων Τῖτος Λάρκιος, ἀξιώσει τε προὔχειν δοκῶν καὶ φρονῆσαι τὰ δέοντα ἱκανώτατος, προελθὼν ἔλεξεν· ἐμοί, ὦ βουλή, ἃ μὲν οἱ ἄλλοι δοκοῦσιν εἶναι φοβερὰ καὶ ταχείας δεόμενα βοηθείας, οὔτε φοβερὰ εἶναι δοκεῖ οὔτε πάνυ κατεπείγοντα, πῶς χρὴ τοῖς συμμάχοις ἐπικουρῆσαι ἢ καθʼ ὅν τινα τρόπον τοὺς πολεμίους ἀμύνασθαι· ἃ δʼ οὔτε μέγιστα τῶν κακῶν νομίζουσιν οὔτε ἀναγκαῖα ἐν τῷ παρόντι, ἀμελείᾳ τε αὐτὰ ὡς οὐδὲν ἡμᾶς βλάψοντα παραδόντες ἔχουσι, ταῦτα φοβερώτατά μοι φαίνεται, καὶ εἰ μὴ ταχέως αὐτὰ ἐπιστήσομεν, ἐσχάτης ἀνατροπῆς καὶ συγχύσεως τῶν κοινῶν αἴτια, ἥ τε τῶν δημοτῶν ἀπείθεια τῶν οὐκ ἀξιούντων τὰ ἐπιταττόμενα ὑπὸ τῶν ὑπάτων πράττειν, καὶ ἡμῶν αὐτῶν ἡ πρὸς τὸ ἀνήκοον αὐτῶν καὶ τὸ ἐλευθεριάζον χαλεπότης.
当针对此事召集元老院时,被执政官首先点名发言的提图斯·拉尔基乌斯(他被认为在声望上出类拔萃,且极具能力判断所需之事)走上前来说道:“诸位议员,在其他人看来可怕且需要迅速救援的事——即如何协助盟友,或以何种方式御敌——在我看来既不可怕,也并非十分紧迫;然而,对于那些他们既不认为是最大的灾祸、也不认为在目前是迫切的,甚至由于疏忽而将其置之不理、认为它们绝不会伤害我们分毫的事,在我看来却是最可怕的,而且如果我们不迅速予以阻止,它们将成为国家彻底颠覆和混乱的根源。 这就是不愿执行执政官所下达命令的平民们的抗命不遵,以及我们自身对他们的不顺从和放肆态度的严厉顽固。
§6.35.2οἶμαι δὲ μηδὲν ἡμᾶς δεῖν ἐν τῷ παρόντι σκοπεῖν, εἰ μὴ ὅπως ἐξαιρεθήσεται ταῦτʼ ἐκ τῆς πόλεως, καὶ μιᾷ πάντες γνώμῃ τὰ κοινὰ πρὸ τῶν ἰδίων αἱρούμενοι πολιτευσόμεθα.
我认为,我们目前无需考虑其他任何事情,唯独需要考虑如何将这些弊端从城中消除,以及我们如何能够万众一心、视公利高于私利来管理国政。
ὁμονοοῦσα μὲν γὰρ ἡ τῆς πόλεως δύναμις ἱκανὴ ἔσται καὶ φίλοις ἀσφάλειαν παρασχεῖν καὶ ἐχθροῖς δέος, στασιάζουσα δʼ ὥσπερ νῦν τούτων οὐδέτερον ἂν δύναιτο διαπράξασθαι.
因为,如果城邦的力量团结一致,它将足以向盟友提供安全、向敌人施加恐惧;但如果像现在这样处于内讧之中,这两个目标它哪一个也无法达成。
θαυμάσαιμι δʼ ἄν, εἰ μὴ καὶ ἑαυτὴν διεργάσαιτο καὶ παράσχοι τοῖς ἐχθροῖς δίχα πόνου τὸ κράτος·
甚至,如果它不自我毁灭,并且不战而降、让敌人在不费吹灰之力的情势下取得统治权,那才是咄咄怪事。
ὅ, μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεούς, οὐκ εἰς μακρὰν οἴομαι τοιαῦτα πολιτευομένων ὑμῶν γενήσεσθαι.
凭着宙斯和其他诸神起誓,我认为如果你们继续如此执政,这种情况在不久的将来就会发生。 ”