§6.26.1ἔτι δʼ αὐτῆς ἐν τῷ βουλευτηρίῳ καθεζομένης καὶ τίνες εἶεν δυνάμεις τὰς ἐξελευσομένας σκοπούσης, εἰς τὴν ἀγορὰν ἀνὴρ πρεσβύτερος ἐφάνη ῥάκος ἠμφιεσμένος, πώγωνα βαθὺν καθεικὼς καὶ κόμην βοῶν καὶ ἐπικαλούμενος τὴν ἐξ ἀνθρώπων ἐπικουρίαν.
当元老院仍坐在议事厅内,审议应当派出何种军队时,广场上出现了一位衣衫褴褛的老人,他蓄着长须长发,大声呼喊,恳求世人的救助。
συνδραμόντος δὲ τοῦ πλησίον ὄχλου στάς, ὅθεν ἔμελλε πολλοῖς καταφανὴς ἔσεσθαι, ἔφη, γεννηθεὶς ἐλεύθερος, ἐστρατευμένος τὰς ἐν ἡλικίᾳ στρατείας, καὶ δυεῖν δεούσας τριάκοντα μάχας ἀγωνισάμενος, καὶ ἀριστεῖα πολλάκις εἰληφὼς ἐκ τῶν πολέμων, ἐπειδὴ κατέσχον οἱ τὴν πόλιν εἰς τὰς ἐσχάτας ἄγοντες στενοχωρίας καιροί, χρέος ἠναγκάσθην λαβεῖν ἕνεκα τοῦ διαλῦσαι τὰς εἰσπραττομένας εἰσφοράς, ὡς τὸ μὲν χωρίον οἱ πολέμιοι κατέδραμον, τὰ δὲ κατὰ πόλιν αἱ σιτοδεῖαι κατανάλωσαν, ὅθεν διαλύσαιμί μου τὸ χρέος οὐκ ἔχων, ἀπήχθην δοῦλος ὑπὸ τοῦ δανειστοῦ σὺν τοῖς υἱοῖς δυσίν·
当附近的群众聚拢过来时,他站在一个显眼、能被众人看清的地方,说道:自己生为自由民,在适役之年服过兵役,曾参加过二十八次战役(三十次差两次),并屡次在战争中获得表彰;然而,当国家陷入极端困境的艰难时刻来临时,为了偿还被征收的军税,他被迫借了债。
ἐπιτάττοντος δὲ τοῦ δεσπότου τῶν οὐ ῥᾳδίων ἔργον τι ἀντειπὼν αὐτῷ πληγὰς ἔλαβον μάστιξι πάνυ πολλάς.
因为敌人侵占了他的田地,而城里的饥荒又耗尽了他的积蓄,由于没有任何可以偿还债务的来源,他与两个儿子一起被债主带走充当奴隶;当主人命令他做一项不易的工作时,他因顶撞了主人,结果遭到了极多次的鞭打。
§6.26.2ταῦτʼ εἰπὼν ἐρρίπτει τὸ ῥάκιον καὶ ἐδείκνυε τὸ στῆθος μεστὸν τραυμάτων, τὰ δὲ νῶτα αἵματος ἐκ τῶν πληγῶν ἀνάπλεω.
说完这些,他扔掉褴褛的衣衫,露出满是伤痕的胸膛,以及因鞭打而血迹斑斑的后背。
κραυγῆς δὲ καὶ οἰμωγῆς ἐκ τῶν παρόντων γινομένης ἥ τε βουλὴ διελύθη καὶ κατὰ τὴν πόλιν ὅλην δρόμος ἦν τῶν ἀπόρων τὴν ἰδίαν τύχην ἀνακλαιομένων καὶ βοηθεῖν τοὺς πέλας ἀξιούντων·
在场的人群中爆发出一阵呼喊与哀号,元老院随之散会,在整个城市里,穷人们四处奔走,痛哭自己的命运,并向邻人寻求帮助。
ἔκ τε τῶν οἰκιῶν οἱ πρὸς τὰ χρέα δουλωθέντες ἐξώρμων κομῶντες, ἁλύσεις ἔχοντες οἱ πλεῖστοι καὶ πέδας οὐδενὸς ἀντιλαμβάνεσθαι τολμῶντος αὐτῶν, εἰ δʼ ἅψαιτο μόνον, ἐν χειρῶν νόμῳ διασπαραττομένου.
那些因债务而被奴役的人也披散着头发从屋里冲了出来,他们大多数人带着锁链和脚镣,却无人敢去阻拦他们,如果有人敢碰他们一下,就会在众人的拳脚下被撕成碎片。
§6.26.3τοσαύτη λύττα τὸν δῆμον ἐν τῷ τότε καιρῷ κατεῖχε, καὶ μετʼ οὐ πολὺ μεστὴ τῶν ἐκφυγόντων τὰς ἀνάγκας ἦν ἡ ἀγορά.
当时,如此强烈的狂热支配着民众。 不久,广场上就挤满了那些逃脱债务束缚的人。
ὁ μὲν οὖν Ἄππιος δείσας τὴν ἐφʼ ἑαυτὸν ὁρμὴν τοῦ πλήθους, ἐπειδὴ τῶν κακῶν ἦν αἴτιος, καὶ διʼ ἐκεῖνον ἐδόκει ταῦτα γεγονέναι, φεύγων ἐκ τῆς ἀγορᾶς ᾤχετο.
因此,亚庇乌斯因害怕群众对自己发起冲击——因为他是这些灾祸的元凶,人们认为这些事情都是因他而起——便从广场上逃走了。
ὁ δὲ Σερουίλιος ῥίψας τὴν περιπόρφυρον ἐσθῆτα καὶ προκυλιόμενος τῶν δημοτικῶν ἑκάστου μετὰ δακρύων, μόλις αὐτοὺς ἔπεισεν ἐκείνην μὲν τὴν ἡμέραν ἐπισχεῖν, εἰς δὲ τὴν ἐπιοῦσαν ἥκειν, ὡς τῆς βουλῆς ἐπιμέλειάν τινα περὶ αὐτῶν ποιησομένης.
而塞鲁维里乌斯则脱去他的紫边袍,流着泪在每一个平民面前倒地恳求,好不容易才说服他们当天先克制住,并在第二天再来,因为元老院会为他们做出妥善的考虑。
ταῦτʼ εἰπὼν καὶ τὸν κήρυκα ἀνειπεῖν κελεύσας μηδένα τῶν δανειστῶν ἐξεῖναι σῶμα πολιτικὸν πρὸς ἴδιον χρέος ἄγειν, ἕως ἡ βουλὴ περὶ αὐτῶν διαγνοίη, τοὺς δὲ παρόντας ὅποι βούλοιντο ἀδεῶς ἀπιέναι, διέλυσε τὸν θόρυβον.
说完这些,并命令传令官宣布:在元老院对他们的事情做出决定之前,任何债权人不得因私债而带走公民的肉身,且在场的人可以无所畏惧地自由离去,由此他平息了这场骚乱。