§6.28.1ταῦθʼ ὁρῶντες οἱ βουλευταὶ τὸν ἕτερον τῶν ὑπάτων Σερουίλιον, ὃς ἐν τῷ παρόντι πιθανώτερος εἶναι τοῖς πολλοῖς ἐδόκει, βοηθεῖν ἐδέοντο τῇ πατρίδι.
看到这些情况,元老院议员们便请求两位执政官之一的塞鲁维里乌斯去拯救祖国,因为在当时他似乎更能说服大众。
ὁ δὲ συγκαλέσας τὸν δῆμον εἰς τὴν ἀγορὰν τοῦ παρόντος καιροῦ τὴν ἀνάγκην ἐπεδείκνυεν οὐκέτι προσδεχομένην πολιτικὰς φιλονεικίας καὶ ἠξίου νῦν μὲν ὁμόσε τοῖς πολεμίοις χωρεῖν κοινῇ γνώμῃ χρησαμένους καὶ μὴ περιιδεῖν ἀνάστατον τὴν πατρίδα γινομένην, ἐν ᾗ θεοὶ πατρῷοι καὶ θῆκαι προγόνων ἑκάστοις ἦσαν, ἃ τιμιώτατά ἐστι πᾶσιν ἀνθρώποις· γονέων τε αἰδῶ λαβεῖν οὐχ ἱκανῶν ἐσομένων ἑαυτοῖς διὰ γῆρας ἀμύνειν, καὶ γυναικῶν ἔλεον ἃς αὐτίκα μάλα δεινὰς καὶ ἀφορήτους ὕβρεις ἀναγκασθησομένας ὑπομενεῖν, μάλιστα δὲ παίδων ἔτι νηπίων οὐκ ἐπὶ τοιαύταις ἐλπίσιν ἀνατραφέντων οἰκτεῖραι λώβας καὶ προπηλακισμοὺς ἀνηλεεῖς·
他把民众召集到广场上,指出当前危机的迫切性已不容许再有城邦内部的政治争斗,并要求大家此时应以共同的意愿一致迎击敌人,而不要坐视祖国遭到毁灭,因为在祖国里有每个人祖传的神明和先祖的墓穴,这些对所有人来说都是最珍贵的;他还要求大家体恤因年老而无力自卫的父母,怜悯很快就不得不承受可怕且难以忍受之屈辱的妻子,尤其是怜悯那些尚在襁褓中、并非在如此境遇的期望下抚养长大的幼子们将要遭受的无情虐待和侮辱。
§6.28.2ὅταν δὲ τὸν παρόντα κίνδυνον ἅπαντες ὁμοίαις προθυμίαις χρησάμενοι παραλύσωνται, τότε δὴ σκοπεῖν, τίνα τρόπον ἴσην καὶ κοινὴν καὶ σωτήριον ἅπασι τὴν πολιτείαν καταστήσονται, μήτε τῶν πενήτων ἐπιβουλευόντων ταῖς τῶν πλουσίων οὐσίαις μήτʼ ἐκείνων προπηλακιζόντων τοὺς ταῖς τύχαις ταπεινοτέρους· ἥκιστα γὰρ εἶναι ταῦτα πολιτικά·
\n 而当所有人以同样的 bead(热忱)化解了眼前的危险之后,那时才应共同商讨,如何建立一个对所有人而言都平等、共有且安全保障的国制,既不让穷人觊觎富人的财产,也不让富人侮辱那些命运更为卑微的人;因为这些行为绝非公民所应为。
ἀλλὰ καὶ τοῖς ἀπόροις ἐπικουρία τις ἔσται πολιτική, καὶ τοῖς συμβάλλουσι τὰ χρέα βοήθεια μετρία τοῖς γοῦν ἀδικουμένοις, καὶ τὸ κράτιστον τῶν ἐν ἀνθρώποις ἀγαθῶν καὶ πάσας φυλάττον ἐν ὁμονοίᾳ τὰς πόλεις, πίστις ἐπὶ συναλλαγαῖς, οὐχ ἅπασα καὶ διὰ παντὸς ἐκ μόνης ἀναιρεθήσεται τῆς Ῥωμαίων πόλεως.
相反,穷人将会得到某种公民式的救济,而对于债权人,至少是对那些利益受损的人,也会有适度的协助,并且作为人类最强大的福祉、维系所有城市和谐共处的“契约信义”,绝不会仅在罗马一城中被完全且永久地废除。
§6.28.3ταῦτα καὶ ὅσα ἄλλα ἐν τοιούτῳ καιρῷ λεχθῆναι προσῆκε διεξελθὼν τελευτῶν ὑπὲρ τῆς ἰδίας εὐνοίας, ἣν ἔχων διετέλει πρὸς τὸν δῆμον, ἀπελογεῖτο, καὶ ἠξίου συνάρασθαι τῆς στρατείας αὐτῷ ταύτης, ἀνθʼ ὧν πρόθυμος εἰς αὐτοὺς ἦν, τῆς μὲν κατὰ πόλιν ἐπιμελείας τῷ συνάρχοντι προσηκούσης, ἑαυτῷ δὲ τῆς ἡγεμονίας τῶν πολέμων ἀποδεδομένης· ταύτας γὰρ τὰς τύχας αὐτοῖς βραβεῦσαι τὸν κλῆρον.
\n 在阐述了这些以及其他在此时期应当说的所有话之后,他最后为自己一直以来对民众怀有的善意进行了申辩,并请求他们在这场远征中协助自己,作为他向来对他们热心服务的报答;因为城内的治理归于他的同僚,而战争的指挥权则交给了他,因为抽签决定了他们各自的职责。
ὑπεσχῆσθαι δʼ αὑτῷ ἔφη τὴν βουλὴν ἐμπεδώσειν, ὅ τι ἂν διομολογήσηται τῷ πλήθει, αὑτὸν δʼ ἐκείνοις, πείσειν τοὺς δημότας μὴ προδώσειν τοῖς πολεμίοις τὴν πατρίδα.
他还说,元老院已向他保证,无论他与民众达成何种协议,元老院都会予以维持,而他自己也向元老院保证,他会说服公民不向敌人出卖祖国。