Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.25.1-6.25.4

塞鲁维里乌斯出征沃尔斯奇人与拉丁人的忠诚

第 431 段,共 962 段 · 希腊语

内容简介

执政官塞鲁维里乌斯率领平民志愿军征讨沃尔斯奇人并迫使其投降,但在罗马军队撤离后,沃尔斯奇人重新起兵。拉丁人拒绝与沃尔斯奇人结盟并将使节送往罗马,从而获得了元老院的感激和赏赐。

§6.25.1διατριβομένου δʼ εἰς ταῦτα πολλοῦ χρόνου ὁ ἕτερος τῶν ὑπάτων Σερουίλιος· ἦν γὰρ ἡ στρατεία κατὰ κλῆρον ἐκείνῳ προσήκουσα· πολλῇ δεήσει καὶ θεραπείᾳ παρασκευασάμενος τὸ δημοτικὸν συνάρασθαι τοῦ πολέμου, δύναμιν ἔχων οὐκ ἐκ καταλόγου προσηναγκασμένην, ἀλλʼ ἑκούσιον, ὡς οἱ καιροὶ παρεκάλουν, ἐξῆλθεν ἐπὶ τὸν πόλεμον ἔτι τῶν Οὐολούσκων παρασκευαζομένων καὶ Ῥωμαίους μὲν οὔτε προσδεχομένων μετὰ δυνάμεως ἥξειν ἐπὶ σφᾶς, οὕτω στασιαστικῶς πολιτευομένους καὶ ἐχθρῶς ἔχοντας πρὸς ἀλλήλους, οὔτʼ εἰς χεῖρας ἥξειν τοῖς ἐπιοῦσιν οἰομένων· σφίσι δὲ πολλὴν ἐξουσίαν ὑπάρχειν ὁπότε βούλοιντο τοῦ §6.25.2πολέμου ἄρχειν.
在这些事情上耗费了许多时间之际,另一位执政官塞鲁维里乌斯——因为这次出征按抽签归属于他——通过多方恳求和周到奉迎,促使平民协助参与战争,并率领一支并非通过征兵名册强制、而是自愿组成的军队,顺应时势之召,出发参与战争。 此时沃尔斯奇人仍在准备之中,他们既没有预料到罗马人会带着军队攻打他们,因为罗马人的政局如此动荡且彼此敌对,也不认为自己会与来犯者交手,而是认为自己拥有在任何想开始战争的时候便能开始的充分自由。
ἐπειδὴ δʼ ᾔσθοντο πολεμεῖν δέον αὐτοὶ πολεμούμενοι, τότε δὴ καταπεπληγότες τὸ τῶν Ῥωμαίων τάχος, ἱκετηρίας ἀναλαβόντες ἐκ τῶν πόλεων οἱ γεραίτατοι προῄεσαν ἐπιτρέποντες τῷ Σερουϊλίῳ χρῆσθαι σφίσιν ὡς ἡμαρτηκόσιν ὅ τι βούλοιτο.
然而,当他们意识到自己受到攻击而必须作战时,就在那时,他们被罗马人的神速所震惊,各城邦中最年长的人手持恳求的橄榄枝走上前来,允许塞鲁维里乌斯随意处置他们这些犯错之人。
ὁ δὲ τροφὰς τῷ στρατεύματι παρʼ αὐτῶν λαβὼν ἐσθῆτάς τε καὶ τριακοσίους υἱοὺς εἰς ὁμηρείαν ἐκ τῶν ἐπιφανεστάτων οἴκων ἐπιλεξάμενος ᾤχετο, λελύσθαι τὸν πόλεμον ὑπολαβών.
塞鲁维里乌斯从他们那里获得了给军队的口粮和衣物,并从最显赫的家族中挑选了三百名儿子作为人质后便离去了,以为战争已经平息。
§6.25.3ἦν δʼ ἄρα τοῦτʼ οὐ λύσις, ἀναβολὴ δέ τις καὶ παρασκευῆς ἀφορμὴ τοῖς φθασθεῖσι τῷ παρʼ ἐλπίδα τῆς ἐφόδου, ἀπελθόντος τε τοῦ τῶν Ῥωμαίων στρατεύματος ἐξήπτοντο πάλιν οἱ Οὐολοῦσκοι τοῦ πολέμου τάς τε πόλεις φραξάμενοι, καὶ εἴ τι ἄλλο χωρίον ἐπιτήδειον ἦν ἀσφάλειαν σφίσι παρασχεῖν διὰ φυλακῆς κρείττονος ἔχοντες·
然而,这实际上并不是结束,而只是那些被出其不意的来袭夺去先机之人暂时延缓并准备的机会。 当罗马军队撤离后,沃尔斯奇人再次点燃战火,不仅加固了他们的城邦,而且还占据了其他任何能通过更强守备为他们提供安全保障的合适地点。
συνήπτοντο δʼ αὐτοῖς τοῦ κινδύνου φανερῶς μὲν Ἕρνικες καὶ Σαβῖνοι, κρύφα δὲ καὶ ἄλλων συχνοί.
赫尔尼奇人和萨宾人公开与他们共同分担危险,暗中还有许多其他部族。
Λατῖνοι δὲ πρεσβείας πρὸς αὐτοὺς ἐπὶ συμμαχίας αἴτησιν ἀφικομένης δήσαντες τοὺς ἄνδρας εἰς Ῥώμην ἤγαγον.
而拉丁人则将前来向他们请求结盟的使节团的成员绑缚起来,送到了罗马。
§6.25.4οἷς ἡ βουλὴ τῆς βεβαίου πίστεως χάριν ἀποδιδοῦσα καὶ ἔτι μᾶλλον τῆς εἰς τὸν ἀγῶνα προθυμίας· ἕτοιμοι γὰρ ἦσαν ἑκούσιοι συμπολεμεῖν· ὃ μάλιστα μὲν βούλεσθαι αὐτοὺς ᾤετο, διʼ αἰσχύνης δʼ ἔχειν αἰτήσασθαι, τοῦτʼ αὐτοῖς ἐχαρίσατο, τοὺς ἐν τοῖς πολέμοις ἁλόντας αὐτῶν ἑξακισχιλίων ὀλίγον ἀποδέοντας προῖκα δωρησαμένη καὶ ὡς ἂν μάλιστα κόσμον ἡ δωρεὰ προσήκοντα τῇ συγγενείᾳ λάβοι πάντας αὐτοὺς ἐσθῆσιν ἀμφιέσασα ἐλευθέροις σώμασι πρεπούσαις.
元老院为了回报他们坚定不移的忠诚,尤其是对战斗的热忱——因为他们随时准备自愿协同作战——便赠予了他们其认为他们最渴望、却因羞怯而不敢开口请求的事物:将他们那些在战争中被俘、人数略少于六千人的同胞无偿赠还,并且为了让这份赠礼能带有最符合其亲缘关系的尊贵体面,让他们所有人都穿上了适合自由民之身的衣服。
τῆς δὲ συμμαχίας οὐδὲν αὑτῇ ἔφη δεῖν τῆς Λατίνων ἱκανὰς λέγουσα εἶναι τὰς οἰκείας τῇ Ῥώμῃ δυνάμεις ἀμύνασθαι τοὺς ἀφισταμένους.
然而,对于拉丁人的军事盟友关系,元老院表示罗马完全不需要,并称罗马自身的兵力已足以击退叛乱者。
ταῦτʼ ἐκείνοις ἀποκριναμένη ψηφίζεται τὸν κατʼ Οὐολούσκων πόλεμον.
对他们做出这样的答复后,元老院投票决定对沃尔斯奇人开战。

词汇与语法注释

  1. 1096παρασκευασάμενος — 中动态分词 `παρασκευασάμενος` 意为“(为自己)准备、促使(某人做某事)”,后接不定式 `συνάρασθαι`(协助、参与),其逻辑主语为宾格的 `τὸ δημοτικὸν`(平民)。不定式 `συνάρασθαι`(συναίρομαι 的不定过去时中动不定式)支配属格的 `τοῦ πολέμου`。
  2. 1097πολεμεῖν δέον — `δέον` 是无人称动词 `δεῖ` 的现在分词中性单数宾格。在此作为动词 `ᾔσθοντο`(察觉到)的补充分词,意为“当他们察觉到(由于自身受到攻击而)有必要进行战争时”。
  3. 1098τοῖς φθασθεῖσι — 此处为动词 `φθάνω`(先于、抢先)的不定过去时被动分词,在此作被动用法,意为“被占得先机者”或“猝不及防者”,指在做好准备前即遭到罗马军队闪击的沃尔斯奇人。与格表示这一延缓(`ἀναβολή`)和机会(`ἀφορμή`)是针对这些人而言的。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.25.1-6.25.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.25.1-6.25.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。