Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.23.1-6.23.3

平民拒绝征兵与两位执政官的分歧

第 429 段,共 962 段 · 希腊语

内容简介

亚庇乌斯·克劳狄与普布利乌斯·塞尔维利乌斯就任执政官,并准备对沃尔斯奇人开战;然而,由于平民拒绝应征,两位执政官在对待平民的态度上产生了分歧。

§6.23.1παραλαμβάνουσι δὴ ὕπατοι πάλιν τὴν ἐνιαύσιόν τε καὶ νόμιμον ἀρχὴν Ἄππιος Κλαύδιος Σαβῖνος καὶ Πόπλιος Σερουίλιος Πρίσκος·
于是,执政官亚庇乌斯·克劳狄·萨宾与普布利乌斯·塞尔维利乌斯·普里斯库斯再次接任了一年任期的合法官职。
οἳ τὸ μὲν ἀνωτάτω συμφέρον εἶδον ὀρθῶς, ὅτι δεῖ περισπᾶν τὸν ἐντὸς τείχους θόρυβον ἐπὶ τοὺς ἔξω πολέμους· καὶ παρεσκευάζοντο κατὰ τοῦ Οὐολούσκων ἔθνους τὸν ἕτερον σφῶν ἐξάγειν στρατιάν, τιμωρήσασθαί τʼ αὐτοὺς προαιρούμενοι τῆς ἀποσταλείσης κατὰ Ῥωμαίων Λατίνοις συμμαχίας καὶ προκαταλαβεῖν τὰς παρασκευὰς αὐτῶν ἔτι συνεσταλμένας.
他们正确地看到了最根本的利益所在,即必须将城墙内的动乱转向国外的战争;并且他们准备由两人中的一人率领军队去征讨沃尔斯奇族,既是为了惩罚他们先前曾派遣同盟军协助拉丁人对抗罗马人,也是为了在他们的准备工作尚处于初期阶段时予以先发制人的打击。
ἠγγέλλοντο γὰρ κἀκεῖνοι δυνάμεις ἤδη καταγράφειν ἁπάσῃ σπουδῇ καὶ εἰς τὰ πλησίον ἔθνη πρεσβεύεσθαι παρακαλοῦντες ἐπὶ τὴν συμμαχίαν, πυθόμενοι τοὺς δημοτικοὺς ἀφεστηκέναι τῶν πατρικίων καὶ νομίσαντες οὐ χαλεπὸν εἶναι πόλιν οἰκείῳ πολέμῳ νοσοῦσαν ἄρασθαι.
因为据报道,沃尔斯奇人也因听说平民已与贵族分裂,并认为要攻取一座因内战而饱受病痛折磨的城市并非难事,已经开始以最快的速度征募军队,并向邻近的族群派遣使节以邀其结盟。
§6.23.2ἐπὶ τούτους δὴ στρατιὰν ἐξάγειν βουλευσάμενοι καὶ δόξαντες ἅπασι τοῖς συνέδροις ὀρθῶς βεβουλεῦσθαι προεῖπον ἥκειν ἅπασι τοῖς ἐν ἀκμῇ χρόνον ὁρίσαντες, ἐν ᾧ τὴν καταγραφὴν τῶν στρατιωτῶν ἔμελλον ποιεῖσθαι.
因此,他们决定对这些人发动军事出征,并且在得到所有元老院议员的一致赞同、认为其决策正确后,便规定了进行兵员征募的具体日期,并通告所有壮年男子届时报到。
ὡς δʼ οὐχ ὑπήκουον αὐτοῖς οἱ δημοτικοὶ καλούμενοι πολλάκις ἐπὶ τὸν στρατιωτικὸν ὅρκον, οὐκέτι τὴν αὐτὴν ἑκάτερος εἶχε γνώμην, ἀλλʼ ἔνθεν ἀρξάμενοι διεστήκεσάν τε καὶ τἀναντία πράττοντες ἀλλήλοις παρὰ πάντα τὸν τῆς ἀρχῆς χρόνον διετέλεσαν.
然而,由于平民虽多次被召集去进行军事宣誓却不服从,这两位执政官便不再持有相同的意见,而是以此为起点产生分歧,并在其整个任期内始终相互对立、背道而驰。
§6.23.3Σερουιλίῳ μὲν γὰρ ἐδόκει τὴν ἐπιεικεστέραν τῶν ὁδῶν πορεύεσθαι τῇ Μανίου Οὐαλερίου γνώμῃ τοῦ δημοτικωτάτου προσθεμένῳ, ὃς ἠξίου τὴν ἀρχὴν ἰάσεσθαι τῆς στάσεως μάλιστα μὲν ἄφεσιν ἢ μείωσιν τῶν χρεῶν ψηφισαμένους, εἰ δὲ μήγε κώλυσιν τῆς ἀπαγωγῆς τῶν ὑπερημέρων κατὰ τὸ παρόν, παρακλήσει τε μᾶλλον ἢ ἀνάγκῃ τοὺς πένητας ἐπὶ τὸν στρατιωτικὸν ὅρκον ἄγειν καὶ τὰς τιμωρίας κατὰ τῶν ἀπειθούντων μὴ χαλεπὰς ποιεῖσθαι καὶ ἀπαραιτήτους, ὡς ἐν ὁμονοούσῃ πόλει, μετρίας δέ τινας καὶ ἐπιεικεῖς· κίνδυνον γὰρ ἂν εἶναι, μὴ πρὸς ἀπόνοιαν τράπωνται συνελθόντες εἰς ταὐτὸν ἄνθρωποι τῶν καθʼ ἡμέραν ἐνδεεῖς ἀναγκαζόμενοι στρατεύεσθαι τέλεσιν οἰκείοις.
因为塞尔维利乌斯主张采取较为温和的途径,他赞同了最受平民拥戴的马尼乌斯·瓦莱里乌斯的意见。后者主张,应当主要通过投票决定免除或减少债务,若不能如此,至少在当前阻止对逾期未还债之人的拘捕,以此来医治内讧的根源,并应当通过劝说而非强迫来引导穷人进行军事宣誓,对违抗者的惩罚也不应像在和睦的城邦中那样严厉且不可宽恕,而应采取某种适度且温和的处罚; 后者主张,应当主要通过投票决定免除或减少债务,若不能如此,至少在当前阻止对逾期未还债之人的拘捕,以此来医治内讧的根源,并应当通过劝说而非强迫来引导穷人进行军事宣誓,对违抗者的惩罚也不应像在和睦的城邦中那样严厉且不可宽恕,而应采取某种适度且温和的处罚;因为他警告说,如果那些缺乏日常生计的人被迫自费服兵役,将会面临他们聚集在一起并走向绝望的危险。

词汇与语法注释

  1. 1092ἠγγέλλοντο — 被动语态的个人人称结构。此处未使用非人称的“据报道”(ἠγγέλλετο),而是将主语 κἀκεῖνοι(“他们也”)作为复数动词 ἠγγέλλοντο 的主格主语,后接不定式 καταγράφειν。
  2. 6.23.3ψηφισαμένους — 宾格分词。此语法源自“宾格加不定式”结构(accusative with infinitive),作为不定式 ἰάσεσθαι(“医治”)的逻辑主语,因而采用宾格形式,而不与主句的主格或与格主语一致。
  3. 6.23.3κίνδυνον γὰρ ἂν εἶναι — 间接引语中 γάρ 从句里的不定式。由于延续了由 ὃς ἠξίου(“他主张……”)引入的间引语,表原因的从句(γάρ 从句)中的动词没有采用直说语气或祈愿语气,而是受主句影响变为了不定式 εἶναι。助词 ἄν 表示潜在语气(相当于直接引语中的祈愿语气或过去直说语气加 ἄν)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.23.1-6.23.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.23.1-6.23.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。