§6.21.1ταῦτα μὲν οὖν τὰ λεχθέντα ὑπὸ τῶν προεστηκότων τῆς βουλῆς, τοῦ δὲ δικτάτορος τὴν Λαρκίου γνώμην προελομένου καὶ οὐδενὸς ἔτι λέξαντος τἀναντία παρῆσαν εἰσκληθέντες εἰς τὸ συνέδριον οἱ πρέσβεις τὰς ἀποκρίσεις ληψόμενοι·
以上便是元老院领袖们所发表的言论。 由于独裁官选择了拉尔基乌斯的意见,且无人再提出相反意见,使者们被召入元老院议事堂以听取答复。
καὶ ὁ Ποστόμιος ὀνειδίσας αὐτοῖς τὴν οὐδέποτε σωφρονισθῆναι δυναμένην κακίαν· δίκαιον μὲν ἦν, ἔφη, τὰ ἔσχατα παθεῖν, ἅτε δὴ καὶ αὐτοὶ πράττειν ἐμέλλετε, εἰ κατωρθώσατε ἃς πολλάκις ἤλθετε ἐπʼ % αὐτοὺς ὁδούς· οὐ μέντοι Ῥωμαίους τὰ δίκαια πρὸ τῶν ἐπιεικῶν προελέσθαι λογιζομένους, ὅτι συγγενεῖς εἰσι καὶ ἐπὶ τὸν ἔλεον τῶν ἀδικουμένων καταπεφεύγασιν, ἀλλὰ καὶ ταύτας τὰς ἁμαρτίας αὐτοῖς ἀζημίους ἀφιέναι θεῶν τε ὁμογνίων ἕνεκα καὶ τύχης ἀτεκμάρτου, παρʼ ἧς τὸ κράτος ἔσχον.
波斯图米乌斯斥责了他们那绝无法悔改的恶劣行径,说道:“如果你们在多次针对他们(罗马人)发动的远征中得逞的话,正如你们自己原本也打算对他们做的那样,让你们遭受最严厉的惩罚本是公义的;然而,罗马人并不认为应当将公义置于宽大之上,他们考虑到你们是同族,且已向被损害者的仁慈寻求庇护,因此,看在同族神明以及赋予他们权力的不可测的命运的分上,他们甚至免除你们的这些罪责而不予惩罚。
§6.21.2νῦν μὲν οὖν, ἔφη, παντὸς ἠλευθερωμένοι δέους πορεύεσθε, ἐὰν δὲ τοὺς αἰχμαλώτους ἀπολύσητε καὶ τοὺς αὐτομόλους παραδῶτε ἡμῖν καὶ τοὺς φυγάδας ἐξελάσητε, τότε τοὺς περὶ φιλίας τε καὶ συμμαχίας διαλεξομένους πρέσβεις πέμπετε πρὸς ἡμᾶς, ὡς οὐδενὸς ἀτυχήσοντες τῶν μετρίων.
“因此,现在,”他说道,“你们免除一切恐惧地离去吧。 但如果你们释放俘虏,将逃兵交还给我们,并将流亡者驱逐出去,那么在那时,派使者到我们这里来商讨友好与同盟,你们将不会无法获得任何合理的请求。
ἀπῄεσαν οἱ πρέσβεις ταύτας τὰς ἀποκρίσεις λαβόντες καὶ μετʼ ὀλίγας ἡμέρας ἧκον τούς τʼ αἰχμαλώτους ἀφεικότες καὶ τοὺς ἁλόντας τῶν αὐτομόλων δεσμίους ἄγοντες καὶ τοὺς ἅμα Ταρκυνίῳ φυγάδας ἐξεληλακότες ἐκ τῶν πόλεων.
”使者们带着这些答复离去,并在几天后返回,他们释放了俘虏,押送着被捕的逃兵(戴着锁链),并将与塔克文在一起的流亡者驱逐出了城邦。
ἀνθʼ ὧν εὕροντο παρὰ τῆς βουλῆς τὴν ἀρχαίαν φιλίαν καὶ συμμαχίαν καὶ τοὺς ὅρκους τοὺς ὑπὲρ τούτων ποτὲ γενομένους διὰ τῶν εἰρηνοδικῶν ἀνενεώσαντο.
作为对这些行为的回报,他们从元老院获得了古老的友好与同盟,并经由和解官(祭司)重新确认了昔日为此所立的誓言。
ὁ μὲν δὴ πρὸς τοὺς τυράννους συστὰς πόλεμος τετρακαιδεκαέτης ἀπὸ τῆς ἐκπτώσεως αὐτῶν γενόμενος τοιαύτης ἔτυχε τελευτῆς.
这样,自僭主被逐起历时十四年的反抗僭主战争,便以此种方式宣告结束。
§6.21.3Ταρκύνιος δʼ ὁ βασιλεύς, οὗτος γὰρ ἔτι λοιπὸς ἐκ τοῦ γένους ἦν, ὁμοῦ τι γεγονὼς ἐνενηκονταέτης κατὰ τὸν χρόνον τοῦτον, ἀπολωλεκὼς τὰ τέκνα καὶ τὸν τῶν κηδεστῶν οἶκον καὶ γῆρας ἐλεεινὸν καὶ παρʼ ἐχθροῖς διαντλῶν, οὔτε Λατίνων ὑποδεχομένων αὐτὸν ἔτι ταῖς πόλεσιν, οὔτε Τυρρηνῶν οὔτε Σαβίνων οὔτʼ ἄλλης πλησιοχώρου πόλεως ἐλευθέρας οὐδεμιᾶς, εἰς τὴν Καμπανίδα Κύμην ᾤχετο πρὸς Ἀριστόδημον τὸν ἐπικληθέντα Μαλακὸν τυραννοῦντα τότε Κυμαίων·
而塔克文国王——因为他是家族中唯一幸存的人——此时已接近九十岁,失去了孩子和姻亲的家族,在仇敌之中度过凄惨的暮年,由于拉丁人的城邦不再接纳他,埃特鲁里亚人、萨宾人以及其他任何邻近的自由城邦也都不再接纳他,他便前往坎帕尼亚的库迈,投奔当时统治库迈的、被称为“马拉科斯”(意为温和者)的僭主阿里斯托德穆斯。
παρʼ ᾧ βραχύν τινα ἡμερῶν ἀριθμὸν ἐπιβιοὺς ἀποθνήσκει καὶ θάπτεται ὑπʼ αὐτοῦ.
在他那里勉强多活了几天之后,他便去世并被其安葬。
τῶν δὲ σὺν ἐκείνῳ φυγάδων οἱ μὲν ἐν τῇ Κύμῃ κατέμειναν, οἱ δʼ εἰς ἄλλας τινὰς πόλεις σκεδασθέντες ἐπὶ ξένης τὸν βίον κατέστρεψαν.
与他在一起的流亡者中,有些人留在了库迈,而其他人则流落到其他一些城邦,在异乡结束了生命。