§6.18.1ὀλίγαις δʼ ὕστερον ἡμέραις πρέσβεις ἀπὸ τοῦ κοινοῦ τῶν Λατίνων ἧκον ὡς αὐτοὺς ἐξ ἁπασῶν τῶν πόλεων ἐπιλεχθέντες οἱ τὴν ἐναντίαν ἔχοντες περὶ τοῦ πολέμου γνώμην, ἱκετηρίας καὶ στέμματα προεχόμενοι.
几天后,拉丁同盟派出的使节来到了他们这里。 这些使节是从所有城邦中选拔出来的、对战争持反对意见的人,他们手持求偿的橄榄枝和饰带。
οὗτοι παραχθέντες ἐπὶ τὴν βουλήν, τὴν μὲν ἀρχὴν τοῦ πολέμου τοὺς δυναστεύοντας ἐν ταῖς πόλεσιν ἀπέφαινον αἰτίους· τὸ δὲ πλῆθος ἓν μόνον τοῦτο ἁμαρτεῖν ἔλεγον, ὅτι πονηροῖς ἐπείσθη δημαγωγοῖς ἴδια κέρδη παρεσκευασμένοις.
他们被引见给元老院后,首先声明,各城邦中掌握权势的人应当对战争的爆发承担责任;而民众唯一犯下的错误,就是听信了那些只图谋个人私利的邪恶煽动家。
§6.18.2ταύτης δὲ τῆς ἀπάτης, ἐν ᾗ τὸ πλεῖον ἀνάγκης μέρος ἦν, οὐ μεμπτὰς τετικέναι δίκας ἑκάστην πόλιν ἔλεγον τῆς κρατίστης νεότητος ἀναιρεθείσης, ὥστε μὴ ῥᾴδιον εἶναι πένθους καθαρὰν εὑρεῖν οἰκίαν, ἠξίουν τʼ αὐτοὺς παραλαβεῖν σφᾶς ἥκοντας οὔτε περὶ τῆς ἀρχῆς ἔτι διαφερομένους οὔτε περὶ τῶν ἴσων φιλονεικοῦντας συμμάχους τε καὶ ὑπηκόους ἅπαντα τὸν λοιπὸν χρόνον ἐσομένους, καὶ πᾶν ὅσον ὁ δαίμων ἀφείλετο τοῦ Λατίνων ἀξιώματος, §6.18.3τοῦτο τῇ Ῥωμαίων προσθήσοντας εὐποτμίᾳ.
他们说,对于这场欺骗(其中强迫占了更大的部分),每个城邦都付出了不容小觑的代价,因为最优秀的青年已经阵亡,以至于很难找到一个没有哀悼哭泣的家庭。 他们请求罗马人接纳他们,因为他们来此既不再争夺领导权,也不再为平等的权利而竞争,而是打算在未来的所有时间里成为同盟者和臣属,并且将神明从拉丁人的尊严中夺走的一切,都增添到罗马人的好运之中。
τελευτῶντες δὲ τοῦ λόγου συγγένειαν ἐπεκαλοῦντο καὶ συμμαχιῶν ἀπροφασίστων ποτὲ γενομένων ἀνεμίμνησκον καὶ συμφορὰς ἀνέκλαιον τὰς καταληψομένας τοὺς μηδὲν ἡμαρτηκότας, οἳ μακρῷ πλείους ἦσαν τῶν ἡμαρτηκότων, ὀδυρόμενοι παρʼ ἕκαστα καὶ τῶν γονάτων ἁπτόμενοι πάσης τῆς γερουσίας καὶ τὰς ἱκετηρίας παρὰ τοῖς ποσὶ τοῦ Ποστομίου τιθέντες· ὥστε παθεῖν τι πρὸς τὰ δάκρυα καὶ τὰς δεήσεις αὐτῶν τὸ συνέδριον ἅπαν.
最后,他们在结束演讲时,诉诸彼此的血缘关系,唤起过去曾真诚结成的同盟,并为那些毫无过错之人(他们的人数远多于犯下过错之人)即将遭受的灾难而痛哭。 他们言语间不断哀号,抱住全体元老院成员的膝盖,将求偿的橄榄枝放在波斯图米乌斯的脚下;以至于整个元老院都被他们的眼泪和哀求所打动。