Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.17.1-6.17.4

沃尔斯奇军撤退与波斯图米乌斯凯旋

第 423 段,共 962 段 · 希腊语

内容简介

独裁官波斯图米乌斯在释放间谍后准备迎战,但沃尔斯奇人连夜撤退。他带着战利品和俘虏凯旋归国,并履行在战争初期粮食匮乏时许下的誓愿,因神明赐予丰收而决定建造德墨忒尔、狄奥尼索斯和科瑞的神殿。

§6.17.1ἐπισχὼν δὲ τὴν ὁρμὴν τοῦ πλήθους ἀπιέναι τοὺς ἄνδρας ἐκέλευσεν ἀμεταστρεπτὶ φυλακῇ παραδοὺς ἱππέων, οἳ προύπεμψαν αὐτοὺς ἐπὶ τὸν Οὐολούσκων χάρακα.
他压制住群众的冲动,命令那些人头也不回地离去,并将他们交给骑兵护送,骑兵们将他们一直护送到沃尔斯奇人的营地。
ἐκβαλὼν δὲ τοὺς κατασκόπους εὐτρεπίζεσθαι τὰ εἰς μάχην παρήγγειλε τοῖς στρατιώταις, ὡς ἐν τῇ κατόπιν ἡμέρᾳ παραταξόμενος.
赶走间谍后,他命令士兵们准备战斗,意图在第二天排兵布阵。
ἐδέησε δʼ οὐδὲν αὐτῷ μάχης· οἱ γὰρ ἡγεμόνες τῶν Οὐολούσκων πολλῆς ἔτι νυκτὸς οὔσης ἀναστήσαντες τὴν στρατιὰν ᾤχοντο ἐπὶ §6.17.2τὰ σφέτερα.
但他根本不需要战斗;因为沃尔斯奇人的领袖们在夜色尚深时便唤醒军队,离去前往他们自己的领地。
ἁπάντων δὲ χωρησάντων αὐτῷ κατʼ εὐχὴν θάψας τοὺς οἰκείους νεκροὺς καὶ τὴν στρατιὰν καθήρας ἀνέστρεψεν εἰς τὴν πόλιν ἐκπρεπεῖ θριάμβῳ κοσμούμενος ὅπλων τε σωρὸν ἐφʼ ἁμάξαις πολλαῖς κομίζων καὶ χρημάτων στρατιωτικῶν παρασκευὰς ἀφθόνους εἰσφέρων, καὶ τοὺς ἁλόντας ἐν τῇ μάχῃ πεντακοσίων ἀποδέοντας ἑξακισχιλίους ἐπαγόμενος.
由于一切都如他所愿,在埋葬了己方死者并净化了军队之后,他返回了城中,荣归于显赫的凯旋式中,用许多车辆运载着成堆的兵器,带回了丰厚的军需资金,并押解着在战斗中被俘虏的、六千人差五百人(即五千五百人)。
ἀπὸ δὲ τῶν λαφύρων ἐξελόμενος τὰς δεκάτας ἀγῶνάς τε καὶ θυσίας τοῖς θεοῖς ἀπὸ τετταράκοντα ταλάντων ἐποίει καὶ ναῶν κατασκευὰς ἐξεμίσθωσε Δήμητρι καὶ Διονύσῳ καὶ Κόρῃ §6.17.3κατʼ εὐχήν.
他从战利品中拨出什一税,用四十塔兰同的费用为神明举行了竞技会和祭祀,并按照誓愿,将德墨忒尔、狄奥尼索斯和科瑞的神殿建造工程承包出去。
ἐσπάνισαν γὰρ αἱ τροφαὶ τοῦ πολέμου κατʼ ἀρχὰς καὶ πολὺν αὐτοῖς παρέσχον φόβον ὡς ἐπιλείψουσαι, τῆς τε γῆς ἀκάρπου γενομένης καὶ τῆς ἔξωθεν ἀγορᾶς οὐκέτι παρακομιζομένης διὰ τὸν πόλεμον.
因为在战争初期粮食匮乏,且因土地不毛,以及由于战争外部市场不再运入,致使他们极度恐惧粮食将会耗尽。
διὰ τοῦτο τὸ δέος ἀνασκέψασθαι τὰ Σιβύλλεια τοὺς φύλακας αὐτῶν κελεύσας ὡς ἔμαθεν, ὅτι τούτους ἐξιλάσασθαι τοὺς θεοὺς οἱ χρησμοὶ κελεύουσιν, εὐχὰς αὐτοῖς ἐποιήσατο μέλλων ἐξάγειν τὸν στρατόν, ἐὰν εὐετηρία γένηται κατὰ τὴν πόλιν ἐπὶ τῆς ἰδίας ἀρχῆς, οἵα πρότερον ἦν, ναούς τʼ αὐτοῖς καθιδρύσεσθαι καὶ §6.17.4θυσίας καταστήσεσθαι καθʼ ἕκαστον ἐνιαυτόν.
由于这一恐惧,他命令西比拉天书的看守者查阅天书,当他得知神谕命令他们安抚这些神明时,便在准备率军出征之际向神明许愿:如果在其任期内,城中能像以前那样获得丰收,他将为他们建立神殿并每年确立祭祀。
οἱ δʼ ὑπακούσαντες τήν τε γῆν παρεσκεύασαν ἀνεῖναι πλουσίους καρπούς, οὐ μόνον τὴν σπόριμον, ἀλλὰ καὶ τὴν δενδροφόρον, καὶ τὰς ἐπεισάκτους ἀγορὰς ἁπάσας ἐπικλύσαι μᾶλλον ἢ πρότερον· ἅπερ ὁρῶν αὐτὸς ὁ Ποστόμιος ἐψηφίσατο τὰς τῶν ναῶν τούτων κατασκευάς.
神明听从了请求,使土地产出丰饶的果实,不仅是播种地,树木地也是如此,并使所有进口市场比以前更加充盈;目睹这一切的波斯图米乌斯本人便决议建造这些神殿。
Ῥωμαῖοι μὲν δὴ τὸν τυραννικὸν ἀπωσάμενοι πόλεμον εὐνοίᾳ θεῶν ἐν ἑορταῖς τε καὶ θυσίαις ἦσαν.
至此,罗马人在神明的眷顾下击退了旨在复辟僭主制的战争,沉浸在节日与祭祀之中。

词汇与语法注释

  1. §6.17.1ἐδέησε δʼ οὐδὲν αὐτῷ μάχης — “他根本不需要战斗”。ἐδέησε是无人称动词δεῖ的过去时(不定过去时),在此接人称与格(αὐτῷ)和事物属格(μάχης),构成“某人(与格)需要某物(属格)”的句式。中性单数宾格代词οὐδέν在此用作副词,意为“完全不”。
  2. §6.17.2πεντακοσίων ἀποδέοντας ἑξακισχιλίους — “六千人差五百人(即五千五百人)”。宾格分词ἀποδέοντας修饰ἑξακισχιλίους(六千),并支配属格πεντακοσίων(五百),意为“缺少……”。这是希腊语中通过减法表示数字(此处指5500)的常见惯用表达。
  3. §6.17.3ὡς ἐπιλείψουσαι — “(粮食)将要耗尽的(恐惧)”。带有连词ὡς的将来时分词ἐπιλείψουσαι(阴性复数主格,与主语αἱ τροφαί一致)起到了名词φόβον(恐惧)的同格作用,表达了他们所主观担忧或预期的内容。
  4. §6.17.3ἐπὶ τῆς ἰδίας ἀρχῆς — “在其自己的任期内”。介词ἐπὶ接属格,表示时间范围(在……期间,在……统治下)。ἰδίας(自己的)指波斯图米乌斯担任独裁官职务的期间。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.17.1-6.17.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.17.1-6.17.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。