§6.16.1ὡς δὲ ταύτῃ προσέθεντο τῇ γνώμῃ καὶ οἱ προχειρισθέντες ὑπʼ αὐτῶν πρέσβεις ἀφικόμενοι πρὸς τὸν δικτάτορα καὶ παραχθέντες ἐπὶ τὴν ἐκκλησίαν διεξῆλθον τοὺς ἐξαπατήσοντας λόγους, ὀλίγον ἐπισχὼν ὁ Ποστόμιος χρόνον πρὸς αὐτοὺς εἶπε·
当他们同意了这一意见后,由他们选派的使者们来到独裁官面前,被引入大会,并详述了那些用以欺骗的言辞。
πονηρὰ βουλεύματα, ὦ Οὐολοῦσκοι, χρηστοῖς λόγοις ἀμφιέσαντες ἥκετε· καὶ πολεμίων ἔργα πράττοντες φίλων ἐξενέγκασθαι βούλεσθε δόξαν.
波斯图米乌斯稍作停留,对他们说道:“沃尔斯奇人啊,你们用善良的言辞包裹着邪恶的企图而来;你们一边做着敌人的勾当,一边却想赢得朋友的名声。
§6.16.2ὑμεῖς γὰρ ἀπέσταλθε ὑπὸ τοῦ κοινοῦ Λατίνοις συμμαχήσοντες καθʼ ἡμῶν, ἐπεὶ δʼ ὕστεροι τῆς μάχης ἥκετε καὶ κρατουμένους αὐτοὺς ὁρᾶτε, παρακρούσασθαι βούλεσθε ἡμᾶς τἀναντία, ὧν ἐμέλλετε πράττειν, λέγοντες.
因为你们是由联邦派遣来与拉丁人结盟共同对付我们的,但由于你们在战斗结束后才赶到,并看到他们已被征服,便企图通过说一些与你们企图做的事情相反的话来欺骗我们。
καὶ οὐδʼ ἡ φιλανθρωπία τῶν λόγων, ἣν πλάττεσθε πρὸς τὸν παρόντα καιρὸν οὐδὲ τὸ προσποίημα ὑμῶν τῆς δεῦρο ἀφίξεως ὑγιές ἐστιν, ἀλλὰ μεστὸν δόλου καὶ ἀπάτης.
你们为适应当前局势而伪装出来的友善言辞,以及你们来到这里的虚假借口,都绝非真诚,而是充满了阴谋与欺诈。
οὐ γὰρ συνησθησόμενοι τοῖς ἀγαθοῖς ἡμετέροις ἐξαπέσταλθε, ἀλλὰ κατασκεψόμενοι, πῶς ἡμῖν ἀσθενείας ἢ δυνάμεως τὰ πράγματα ἔχει· καί ἐστε πρεσβευταὶ μὲν λόγῳ, κατάσκοποι δʼ ἔργῳ.
因为你们被派遣来,并不是为了分享我们的好运,而是为了侦察我们的虚实;你们在言语上是使者,在行动上却是间谍。
§6.16.3ἀρνουμένων δὲ πρὸς ἅπαντα τῶν ἀνδρῶν οὐ διὰ μακροῦ τὴν πίστιν ἔφησεν αὐτοῖς παρέξεσθαι·
” 当这些使者极力否认一切时,他表示不久就会向他们提供证据。
καὶ αὐτίκα τὰς ἐπιστολὰς αὐτῶν, ἃς ἔλαβε πρὸ τῆς μάχης τοῖς ἡγεμόσι τῶν Λατίνων φερομένας, ἐν αἷς ὑπισχνοῦντο αὐτοῖς πέμψειν ἐπικουρίαν, προήνεγκε, καὶ τοὺς φέροντας αὐτὰς προήγαγεν.
他随即出示了在战斗前截获的、正送往拉丁人领袖那里的信件,信中他们承诺向其派遣援军,并且他还带出了信使。
ἀναγνωσθέντων δὲ τῶν γραμμάτων καὶ τῶν αἰχμαλώτων ἃς ἔλαβον ἐντολὰς διηγησαμένων, τὸ μὲν πλῆθος λίθοις ὥρμησε βαλεῖν τοὺς Οὐολούσκους ὡς ἑαλωκότας ἐπʼ αὐτοφώρῳ κατασκόπους, ὁ δὲ Ποστόμιος οὐκ ᾤετο δεῖν ὁμοίους γενέσθαι τοῖς κακοῖς τοὺς ἀγαθοὺς κρεῖττον εἶναι λέγων καὶ μεγαλοψυχότερον εἰς τοὺς ἀποστείλαντας φυλάττειν τὴν ὀργὴν ἢ εἰς τοὺς ἀποσταλέντας, καὶ διὰ τὸ φανερὸν ὄνομα τῆς πρεσβείας ἀφεῖναι τοὺς ἄνδρας μᾶλλον ἢ διὰ τὸ ἀφανὲς τῆς κατασκοπῆς ἔργον ἀπολέσαι·
随着信件被宣读,以及俘虏们叙述了他们所接受的命令,群众便冲上去想用石头砸死这些沃尔斯奇人,因为他们是被当场逮获的间谍。 但波斯图米乌斯认为,高尚的人不应与卑劣的人同流合污,他表示,将愤怒留给派遣者比留给被派遣者更为高尚和宽宏大度,而且,宁可因使者这一公开的身份而释放他们,也不可因间谍这一隐秘的行径而毁灭他们。
ἵνα μήτε Οὐολούσκοις ἀφορμὴν παράσχωσιν εὐπρεπῆ τοῦ πολέμου πρεσβευτῶν ἀνῃρῆσθαι σώματα σκηπτομένοις παρὰ τὸν ἁπάντων νόμον, μήτε τοῖς ἄλλοις ἔχθρας πρόφασιν αἰτίας εἰ καὶ ψευδοῦς, ἀλλʼ οὐκ ἀλόγου γε οὐδὲ ἀπίστου.
这既是为了不给沃尔斯奇人提供合理的战争借口——指责有人违反万民法杀害了使者,也是为了不给其他人留下敌对的由头,哪怕这种指责是虚构的,却并非不合情理或不可信。