§6.15.1τοῖς δὲ σωφρονεστάτοις οὐκ ἀσφαλὲς τὸ κινδύνευμα εἶναι ἐφαίνετο, ἀνδράσιν ἀγαθοῖς τὰ πολέμιά τε καὶ νεωστὶ τὴν Λατίνων τοσαύτην δύναμιν ἀραμένοις ἄνευ συμμάχων ὁμόσε χωρεῖν μέλλοντας τὸν ὑπὲρ τῶν μεγίστων κίνδυνον ἐν ἀλλοτρίᾳ ποιεῖσθαι γῇ, ἔνθα εἴ τι συμβαίη πταῖμα οὐδεμίαν ἕξουσι καταφυγὴν ἀσφαλῆ·
但对最深思熟虑的人来说,这一冒险似乎并不安全。 因为在没有盟友的情况下,去与那些擅长战事、且最近刚刚击败拉丁人如此庞大军队的勇士们正面交锋,在异国他乡为最重大的利益承担危险,在那里一旦发生任何挫折,他们将没有任何安全退路。
τῆς δʼ οἴκαδε σωτηρίας προνοεῖσθαι μᾶλλον ἠξίουν οὗτοι διὰ ταχέων καὶ μέγα κέρδος ὑπολαμβάνειν, εἰ μηδὲν ἀπολαύσουσιν ἐκ τῆς στρατείας κακόν.
这些人认为,应当更加注重迅速谋划返回家园的安全,并认为如果从这次远征中没有遭受任何损害,就是极大的收获。
§6.15.2ἑτέροις δὲ τούτων μὲν οὐδέτερον ἐδόκει χρῆναι ποιεῖν, νεανικὸν μὲν ἀποφαίνουσι τὸ πρόχειρον τῆς ἐπὶ τὸν ἀγῶνα ὁρμῆς, αἰσχρὸν δὲ τὸ παράλογον τῆς ἐπὶ τὰ οἰκεῖα φυγῆς, ὡς κατʼ εὐχὴν ληψομένων τῶν πολεμίων, ὁπότερον ἂν αὐτῶν ποιήσωσι.
然而另一些人则认为,这两件事都不应该做。 他们指出,急于投入战斗的冲动是年轻人的鲁莽,而无理地逃回本国则是可耻的,因为无论他们做出这两种选择中的哪一种,都会正中敌人的下怀。
γνώμη δὲ τούτων ἦν ἐν μὲν τῷ παρόντι κρατύνασθαι τὸν χάρακα καὶ τὰ πρὸς τὸν ἀγῶνα εὐτρεπίζεσθαι, πέμποντας δὲ πρὸς τοὺς ἄλλους Οὐολούσκους δυεῖν θάτερον ἀξιοῦν ἢ δύναμιν ἑτέραν πέμπειν ἀξιόχρεων ἐπὶ Ῥωμαίους, §6.15.3ἢ καὶ τὴν ἀπεσταλμένην μετακαλεῖν.
这些人的意见是,目前应巩固营寨,做好战斗准备,同时派人前往其他沃尔斯奇人那里,要求两件事之中的一件:要么派遣另一支足以对抗罗马人的军队,要么召回已经派出的这支军队。
ἡ δὲ πιθανωτάτη τοῖς πλείστοις φανεῖσα καὶ ὑπὸ τῶν ἐν τέλει κυρωθεῖσα γνώμη ταῦτα παρῄνει, πέμψαι τινὰς εἰς τὸν χάρακα τῶν Ῥωμαίων· κατασκόπους ὀνόματι πρεσβευτῶν ἕξοντας τὸ ἀσφαλές, οἳ δεξιώσονται τὸν ἡγεμόνα καὶ φράσουσιν, ὅτι σύμμαχοι Ῥωμαίων ἥκοντες ἀπὸ τοῦ κοινοῦ τῶν Οὐολούσκων ἄχθονται μὲν ὑστερήσαντες τῆς μάχης, ὡς οὐδεμίαν ἢ μικράν τινα τῆς προθυμίας χάριν οἰσόμενοι, τῇ δʼ ἐκείνων τύχῃ μέγαν ἀγῶνα δίχα συμμάχων κατωρθωκότων συνήδονται·
而最能说服大多数人并得到掌权者批准的意见则建议:派几个人到罗马人的营地去,名义上是使者以便确保安全,实际上是间谍。 他们将向将军致敬,并声称他们作为罗马人的盟友,代表沃尔斯奇人的联邦而来,对未能赶上战斗感到遗憾,因为这样一来,他们的热忱将得不到任何感激,或者只能得到极微薄的感激;但他们为罗马人的幸运感到高兴,因为罗马人在没有盟友的情况下成功赢得了这场大战。
ἐξαπατήσαντες δʼ αὐτοὺς τῇ φιλανθρωπίᾳ τῶν λόγων καὶ πιστεύειν ὡς φίλοις σφίσι κατασκευάσαντες, ἅπαντα κατασκέψονται καὶ δηλώσουσιν ἀφικόμενοι πλῆθός τʼ αὐτῶν καὶ ὁπλισμοὺς καὶ παρασκευὰς καὶ εἴ τι κατὰ νοῦν ἔχουσι πράττειν.
通过友善的话语欺骗他们,并使他们相信自己是朋友之后,这些人将侦察一切情况,并在返回后报告罗马人的人数、装备、准备工作以及他们是否有意图要采取什么行动。
ὅταν δὲ ταῦτʼ ἀκριβῶς σφίσι γένηται φανερά, τότε προθεῖναι βουλήν, εἴτʼ ἐπιχειρεῖν αὐτοῖς ἄμεινον εἴη προσμεταπεμψαμένοις δύναμιν ἑτέραν, εἴτε καὶ τὴν παροῦσαν ἀπάγειν.
当这些情况对他们来说变得准确明朗时,那时再提交议案,商讨是在增调另一支军队后进攻他们更好,还是撤走目前的这支军队。