§6.14.1ὁ δὲ Ποστόμιος ἐκείνην μὲν τὴν νύκτα κατεστρατοπέδευσεν ἐν τῷ πεδίῳ, τῇ δʼ ἑξῆς ἡμέρᾳ στεφανώσας τοὺς ἀριστεύσαντας ἐν τῇ μάχῃ καὶ τοὺς αἰχμαλώτους φυλάττεσθαι διαδοὺς ἔθυε τὰ νικητήρια τοῖς θεοῖς.
波斯图米乌斯当晚在平原上安营扎寨,第二天,他给在战斗中表现最杰出的人戴上花环,并将俘虏分发下去予以看管,随后向神明献上胜利的谢恩祭品。
ἔτι δʼ αὐτῷ τὸν στέφανον ἐπικειμένῳ καὶ τὰς ὑπερπύρους ἀπαρχὰς τοῖς βωμοῖς ἐπιτιθέντι σκοποί τινες ἀπὸ τῶν μετεώρων καταδραμόντες ἀγγέλλουσι πολέμιον ἐπὶ σφᾶς ἐλαύνειν στρατόν.
正当他仍戴着花环、将燃烧的初熟之物放在祭坛上时,几名从高处跑下来的哨兵报告说,有一支敌军正向他们开来。
ἦν δʼ ἐκ τοῦ Οὐολούσκων ἔθνους ἐπίλεκτος ἀκμὴ σύμμαχος ἀπεσταλμένη Λατίνοις, πρὶν ἢ τὴν μάχην αὐτῶν ἐπιτελεσθῆναι.
这是从沃尔斯奇部落中挑选出来的精锐,在拉丁人的战斗结束之前,作为盟军被派遣给他们。
§6.14.2ὡς δὲ δὴ ταῦτʼ ἔγνω, χωρεῖν ἅπαντας ἐκέλευσεν ἐπὶ τὰ ὅπλα καὶ μένειν ἐν τῷ χάρακι παρὰ ταῖς ἰδίαις ἕκαστον σημαίαις σιγὴν καὶ κόσμον φυλάττοντας, ἕως ἂν αὐτὸς ἃ χρὴ πράττειν παραγγείλῃ.
得知这一消息后,他命令所有人立即武装起来,并在他亲自传达该怎么做之前,每个人都守在自己的军旗旁,保持安静与秩序,留在营地里。
οἱ δὲ τῶν Οὐολούσκων ἡγεμόνες ἐξ ἀπόπτου τῶν Ῥωμαίων παρεμβαλόντες ὡς εἶδον μεστὸν μὲν τὸ πεδίον νεκρῶν, ὀρθοὺς δὲ τοὺς χάρακας ἀμφοτέρους, προιόντα δʼ ἐκ τῶν ἐρυμάτων οὔτε πολέμιον οὔτε φίλον οὐδένα, τέως μὲν ἐθαύμαζον καὶ τίς ἦν ἡ κατειληφυῖα τύχη τὰ πράγματα ἀπόρως εἶχον συμβάλλειν.
至于沃尔斯奇人的首领们,他们在罗马人能看见的地方安下了营寨,当看到平原上满是尸体,双方的营寨都依然直立,而防线里既没有敌人也没有盟友走出来时,一时间感到十分惊异,也难以推测究竟是什么命运降临到了这一事态之上。
ἐπεὶ δὲ παρὰ τῶν ἀνασωζομένων ἐκ τῆς τροπῆς ἅπαντα τὰ περὶ τὸν ἀγῶνα ἔμαθον, ἐσκόπουν μετὰ τῶν ἄλλων ἡγεμόνων, §6.14.3τί χρὴ πράττειν.
但当他们从溃败中逃生的人那里得知了关于这场战斗的一切情况后,便与其他首领一起商讨应该怎么做。
τοῖς μὲν οὖν θρασυτάτοις αὐτῶν ἐδόκει κράτιστον εἶναι χωρεῖν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων ἐξ ἐφόδου, τέως πολλοὶ μὲν ἔκαμον ὑπὸ τραυμάτων, ἀπειρήκεσάν θʼ ἅπαντες ὑπὸ κόπου ὅπλα τε ἄχρηστα τοῖς πλείστοις ἦν, τὰ μὲν ἀπεστομωμένα τὰς ἀκμάς, τὰ δὲ κατεαγότα καὶ βοήθεια παρὰ τῶν οἴκοθεν ἀκραιφνὴς οὔπω παρῆν οὐδεμία αὐτοῖς, ἡ δὲ σφῶν αὐτῶν δύναμις πολλή τε οὖσα καὶ ἀγαθὴ καὶ ὡπλισμένη καλῶς ἐμπειροπόλεμός τε καὶ οὐ προσδεχομένοις ἐξαπιναίως παροῦσα, φοβερὰ καὶ τοῖς εὐτολμοτάτοις φανήσεσθαι ἔμελλε.
在他们之中最胆大的人看来,立即对罗马人的营地发起强攻是最好的选择,因为当时罗马人有许多因受伤而虚弱,所有人因疲惫而精疲力竭,大多数人的武器也已无法使用——有的刃口变钝,有的折断——而且来自本国的全新援军也尚未到达;而他们自己的力量既庞大又优秀,装备精良,富有战争经验,并且突然出现在那些毫无防备的人面前,势必连最勇敢的人也会感到畏惧。