§6.13.1ἐν ταύτῃ λέγονται τῇ μάχῃ Ποστομίῳ τε τῷ δικτάτορι καὶ τοῖς περὶ αὐτὸν τεταγμένοις ἱππεῖς δύο φανῆναι, κάλλει τε καὶ μεγέθει μακρῷ κρείττους, ὧν ἡ καθʼ ἡμᾶς φύσις ἐκφέρει, ἐναρχόμενοι γενειᾶν, ἡγούμενοί τε τῆς Ῥωμαικῆς ἵππου καὶ τοὺς ὁμόσε χωροῦντας τῶν Λατίνων παίοντες τοῖς δόρασι καὶ προτροπάδην ἐλαύνοντες.
在这场战斗中,据传说,在独裁官波斯图米乌斯和部署在他身边的人面前,出现了两位骑手,他们的美貌和体魄远远超过我们人类自然所能孕育的水平,他们刚开始长胡须,引领着罗马的骑兵,用长矛刺杀迎面冲来的拉丁人,并将他们彻底击溃。
καὶ μετὰ τὴν τροπὴν τῶν Λατίνων καὶ τὴν ἅλωσιν τοῦ χάρακος αὐτῶν περὶ δείλην ὀψίαν τὸ τέλος λαβούσης τῆς μάχης, ἐν τῇ Ῥωμαίων ἀγορᾷ τὸν αὐτὸν τρόπον ὀφθῆναι δύο νεανίσκοι λέγονται, πολεμικὰς ἐνδεδυκότες στολὰς μήκιστοί τε καὶ κάλλιστοι καὶ τὴν αὐτὴν ἡλικίαν ἔχοντες, αὐτοί τε φυλάττοντες ἐπὶ τῶν προσώπων ὡς ἐκ μάχης ἡκόντων τὸ ἐναγώνιον σχῆμα, καὶ τοὺς ἵππους ἱδρῶτι διαβρόχους ἐπαγόμενοι.
在拉丁人溃败和他们的营地被占领之后,当战斗在傍晚结束时,据说在罗马的广场上,人们以同样的方式看到了两位年轻人,他们身穿军装,极高极美,年龄相仿,脸上还带着仿佛刚从战场上归来的战斗兴奋神情,牵着汗水湿透的马匹。
§6.13.2ἄρσαντες δὲ τῶν ἵππων ἑκάτερον καὶ ἀπονίψαντες ἀπὸ τῆς λιβάδος, ἣ παρὰ τὸ ἱερὸν τῆς Ἑστίας ἀναδίδωσι λίμνην ποιοῦσα ἐμβύθιον ὀλίγην, πολλῶν αὐτοὺς περιστάντων καὶ εἴ τι φέρουσιν ἐπὶ κοινὸν ἀπὸ στρατοπέδου μαθεῖν ἀξιούντων, τήν τε μάχην αὐτοῖς φράζουσιν, ὡς ἐγένετο καὶ ὅτι νικῶσιν· οὓς μεταχωρήσαντας ἐκ τῆς ἀγορᾶς ὑπʼ οὐδενὸς ἔτι λέγουσιν ὀφθῆναι, πολλὴν ζήτησιν αὐτῶν ποιουμένου §6.13.3τοῦ καταλειφθέντος τῆς πόλεως ἡγεμόνος.
他们给两匹马饮了水,并在灶神神庙旁涌出并形成一个深而小的池塘的泉水旁清洗了它们,当时许多人围着他们,要求知道他们是否从营地带来了什么公共消息,他们便告诉人们战斗是如何进行的以及他们已经获胜;据说,当他们离开广场后,便再也没有被任何人看到,尽管留守城市的主官对他们进行了大范围的搜寻。
ὡς δὲ τῇ κατόπιν ἡμέρᾳ τὰς παρὰ τοῦ δικτάτορος ἐπιστολὰς ἔλαβον οἱ τῶν κοινῶν προεστῶτες, καὶ σὺν τοῖς ἄλλοις ἅπασι τοῖς ἐν τῇ μάχῃ γενομένοις καὶ τὰ περὶ τῆς ἐπιφανείας τῶν δαιμόνων ἔμαθον, νομίσαντες τῶν αὐτῶν θεῶν εἶναι ἄμφω τὰ φάσματα ὥσπερ εἰκὸς Διοσκούρων ἐπείσθησαν εἶναι τὰ εἴδωλα.
但是,当第二天主管公共事务的官员们收到独裁官的来信,并与战斗中发生的所有其他事情一起,也得知了关于神灵显现的事情时,他们认为这两次幻影是相同的神明,正如理所当然的那样,他们确信这些形象就是双子神。
§6.13.4ταύτης ἐστὶ τῆς παραδόξου καὶ θαυμαστῆς τῶν δαιμόνων ἐπιφανείας ἐν Ῥώμῃ πολλὰ σημεῖα, ὅ τε νεὼς ὁ τῶν Διοσκούρων, ὃν ἐπὶ τῆς ἀγορᾶς κατεσκεύασεν ἡ πόλις, ἔνθα ὤφθη τὰ εἴδωλα, καὶ ἡ παρʼ αὐτῷ κρήνη καλουμένη τε τῶν θεῶν τούτων καὶ ἱερὰ εἰς τόδε χρόνου νομιζομένη, θυσίαι τε πολυτελεῖς, ἃς καθʼ ἕκαστον ἐνιαυτὸν ὁ δῆμος ἐπιτελεῖ διὰ τῶν μεγίστων ἱερέων ἐν μηνὶ Κυιντιλίῳ λεγομένῳ ταῖς καλουμέναις εἰδοῖς, ἐν ᾗ κατώρθωσαν ἡμέρᾳ τόνδε τὸν πόλεμον·
关于神灵这番奇异而美妙的显现,在罗马有许多证据:城市在他们显现的广场上建造的双子神庙,神庙旁那口以这些神明命名且至今仍被视为神圣的泉水,以及每年由大祭司主持、在被称为昆蒂利斯月的被称为“十五日”的那一天,民众所举行的隆重祭祀——这一天正是他们使这场战争取得最终胜利的日子。
ὑπὲρ ἅπαντα δὲ ταῦτα ἡ μετὰ τὴν θυσίαν ἐπιτελουμένη πομπὴ τῶν ἐχόντων τὸν δημόσιον ἵππον, οἳ κατὰ φυλάς τε καὶ λόχους κεκοσμημένοι στοιχηδὸν ἐπὶ τῶν ἵππων ὀχούμενοι πορεύονται πάντες, ὡς ἐκ μάχης ἥκοντες ἐστεφανωμένοι θαλλοῖς ἐλαίας, καὶ πορφυρᾶς φοινικοπαρύφους ἀμπεχόμενοι τηβέννας τὰς καλουμένας τραβέας, ἀρξάμενοι μὲν ἀφʼ ἱεροῦ τινος Ἄρεος ἔξω τῆς πόλεως ἱδρυμένου, διεξιόντες δὲ τήν τʼ ἄλλην πόλιν καὶ διὰ τῆς ἀγορᾶς παρὰ τὸ τῶν Διοσκούρων ἱερὸν παρερχόμενοι, ἄνδρες ἔστιν ὅτε καὶ πεντακισχίλιοι φέροντες, ὅσα παρὰ τῶν ἡγεμόνων ἀριστεῖα ἔλαβον ἐν ταῖς μάχαις, καλὴ καὶ ἀξία τοῦ μεγέθους τῆς ἡγεμονίας ὄψις.
而在所有这些之上的,则是祭祀之后由拥有公有马匹的骑士们举行的游行。 他们按部落和百人队整齐排列,全部骑在马上,仿佛刚从战场归来,戴着橄榄枝花环,身穿被称为特拉贝亚的带紫红边缘的托加,从城外建造的战神神庙出发,穿过城市的其他部分,并经过广场,从双子神庙旁走过。 有时参加者多达五千人,佩戴着他们在战斗中从指挥官那里获得的所有勋章,这是一个美丽且配得上帝国伟大基业的壮丽景观。
ταῦτα μὲν ὑπὲρ τῆς γενομένης ἐπιφανείας τῶν Διοσκούρων λεγόμενά τε καὶ πραττόμενα ὑπὸ Ῥωμαίων ἔμαθον·
这些就是关于双子神显现,我所了解的、罗马人所传说和履行的事迹。
§6.13.5ἐξ ὧν τεκμήραιτʼ ἄν τις, ὡς θεοφιλεῖς ἦσαν οἱ τότε ἄνθρωποι, σὺν ἄλλοις πολλοῖς καὶ μεγάλοις.
人们可以从中推测,伴随着其他许多伟大而重要的事情,当时的人们是多么受到神明的宠爱。