Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.11.1-6.11.3

提图斯负伤与埃布蒂乌斯和马米利乌斯的决斗

第 417 段,共 962 段 · 希腊语

内容简介

罗马军中央取得优势,击伤了塔克文之子提图斯。尽管在另一个儿子塞克斯图斯的增援下敌军重新站稳脚跟,但双方指挥官埃布蒂乌斯与马米利乌斯展开决斗,双双负伤落马。

§6.11.1πρῶτον μὲν οὖν οἱ κατὰ μέσην τὴν φάλαγγα τεταγμένοι Ῥωμαίων, ἔνθα ὁ δικτάτωρ ἦν λογάδας ἔχων περὶ αὑτὸν ἱππεῖς, καὶ αὐτὸς ἐν πρώτοις μαχόμενος, τὸ καθʼ αὑτοὺς ἐξωθοῦσι μέρος, τρωθέντος ὑσσῷ τὸν δεξιὸν ὦμον θατέρου τῶν Ταρκυνίου παίδων Τίτου καὶ μηκέτι δυναμένου τῇ χειρὶ §6.11.2χρῆσθαι.
首先,部署在方阵中央的罗马人——独裁官就在那里,身边带着精选的骑兵,他自己也在最前线战斗——将他们面前的那部分敌军击退,因为塔克文的儿子之一提图斯的右肩被投枪刺伤,无法再使用他的手。
Λικίννιος μὲν γὰρ καὶ οἱ περὶ Γέλλιον οὐδὲν ἐξητακότες οὔτε τῶν εἰκότων οὔτε τῶν δυνατῶν αὐτὸν εἰσάγουσι τὸν βασιλέα Ταρκύνιον ἀγωνιζόμενον ἀφʼ ἵππου καὶ τιτρωσκόμενον, ἄνδρα ἐνενήκοντα ἔτεσι προσάγοντα.
因为利奇尼乌斯和盖利乌斯一派的人根本没有考察合理性与可能性,竟然让年近九十岁的塔克文国王亲自骑马作战并负伤。
πεσόντος δὲ Τίτου μικρὸν ἀγωνισάμενοι χρόνον οἱ περὶ αὐτὸν καὶ τὸ σῶμα ἔμψυχον ἀράμενοι γενναῖον οὐδὲν ἔτι ἔπραξαν, ἀλλʼ ἀνεχώρουν ἐπιοῦσι τοῖς Ῥωμαίοις ἐπὶ πόδα· ἔπειτʼ αὖθις ἔστησάν τε καὶ εἰς ἀντίπαλα ἐχώρουν, θατέρου τῶν Ταρκυνίου παίδων Σέξτου μετὰ τῶν ἐκ Ῥώμης φυγάδων τε καὶ τῶν §6.11.3ἄλλων ἐπιλέκτων ἱππέων ἐπιβοηθήσαντος αὐτοῖς.
提图斯倒下后,他身边的人只战斗了很短的时间,抬起他那尚有气息的身体,便再也没有做出任何英勇的举动,而是在前进的罗马人面前一步步后退;但随后他们又重新站稳脚跟,陷入了均势的战斗,因为塔克文的另一个儿子塞克斯图斯带着来自罗马的流亡者以及其他精选的骑兵来增援他们。
οὗτοι μὲν οὖν πάλιν ἀναλαβόντες· αὑτοὺς ἐμάχοντο, οἱ δὲ τῆς φάλαγγος ἡγεμόνες ἑκατέρας Τῖτος Αἰβούτιος καὶ Μαμίλιος Ὀκταούιος λαμπρότατα πάντων ἀγωνιζόμενοι, καὶ τρέποντες μὲν τοὺς ὑφισταμένους καθʼ ὃ χωρήσειαν μέρος, ἀντικαθιστάντες δὲ τῶν σφετέρων τοὺς θορυβηθέντας, χωροῦσιν ἐκ προκλήσεως ὁμόσε, καὶ συρράξαντες πληγὰς κατʼ ἀλλήλων φέρουσιν ἰσχυράς, οὐ μὴν καιρίους, ὁ μὲν ἱππάρχης εἰς τὰ στέρνα τοῦ Μαμιλίου διὰ θώρακος ἐλάσας τὴν αἰχμἠν, ὁ δὲ Μαμίλιος μέσον περονήσας τὸν δεξιὸν ἐκείνου βραχίονα· καὶ πίπτουσιν ἀπὸ τῶν ἵππων.
这些人重整旗鼓继续战斗,而双方方阵的指挥官提图斯·埃布蒂乌斯和马米利乌斯·奥克塔维乌斯则表现得最为英勇,他们在所到之处击退了阻挡他们的敌军,并重新整顿了己方陷入混乱的士兵。 他们接受挑战,正面交锋,猛烈撞击在一起,互相给予了沉重但并非致命的打击:骑兵长官将长矛刺穿马米利乌斯的胸甲,直插其胸口,而马米利乌斯则刺穿了对方右臂的中部;两人都从马上跌落下来。

词汇与语法注释

  1. 6.11.1τρωθέντος ὑσσῷ τὸν δεξιὸν ὦμον θατέρου τῶν Ταρκυνίου παίδων Τίτου — 属格绝对结构。`τρωθέντος` 与 `θατέρου ... Τίτου` 一致。`τὸν δεξιὸν ὦμον` 是关系宾格(或表示受动影响部位的宾格),整体意为“塔克文的儿子之一提图斯的右肩被刺伤”。
  2. 6.11.3ἀντικαθιστάντες δὲ τῶν σφετέρων τοὺς θορυβηθέντας — 现在时主动分词主格复数 `ἀντικαθιστάντες` 修饰主句的主语(即两位指挥官 `οἱ δὲ τῆς φάλαγγος ἡγεμόνες`)。属格短语 `τῶν σφετέρων` 是修饰名词化分词 `τοὺς θορυβηθέντας`(宾格复数)的部分属格,意为“重新整顿己方陷入混乱的士兵”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.11.1-6.11.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.11.1-6.11.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。